Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ κάτωθι Τροπάρια·
Ἦχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Κωνσταντίνου πόλεως τὸν βλαστὸν δεῦτε πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, Θεοδόξαστε,* ̉Ολυμπία θεόφρων* πάντας τοὺς σοι προστρέχοντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστή,* σὺ εἶ τῶν πιστῶν φρουρὸς ὁ ἀκοίμητος.
Δόξα Πατρὶ… Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε.
̉Εν Θέρμαις ἐβίωσας ἀσκητικῶς καὶ σεμνῶς* καὶ ἔλαβες, Πάντιμε, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ* τὴν χλαίναν τοῦ μάρτυρος˙* ὅθεν σὲ ̉Ολυμπία* μετὰ δέους τιμῶμεν* καὶ θερμῶς ἐξαιτοῦμεν* ῥῦσαι, Κόρη, ἱκέτας* ἐκ τῶν χειρῶν τοῦ βελίαρ,* ἵνα σὲ δοξάζωμεν.
Καὶ νῦν… Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α’. ῾Υγρὰν διοδεύσας.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τὰ γόνατα κλίνω δεητικῶς* πρὸς σε, ̉Ολυμπία,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ* τῶν ̉Ορθοδόξων προστάτις καὶ πρόμαχος.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
̉Ηγάπησας Κτίστην ἀπὸ παιδός* διὸ ἐνεδύθης τὸν χιτώνα τῶν μοναστῶν* καὶ ἔλαβες, δύναμιν ἐκ Πλάστου* τοῦ θεραπεύειν ἰώσεις, ἀνάργυρε.
Δόξα Πατρὶ…
̉Εχθροῖς τε καὶ φίλοις πάντων ἡμῶν* διὰ τῶν λιτῶν σου,* ὁ τῶν πάντων Δημιουργός,* παρέχει μετάνοιαν καὶ πίστιν* καὶ ἡμῖν, ̉Ολυμπία, τέλη ἀνώδυνα.
Θεοτοκίον.
Παρθένε Θεόνυμφε Μαριάμ,* ἐμεῖς οἱ ἀχρείοι σοι προσπίπτομεν ταπεινῶς* καὶ σοῦ ἐπικαλούμεθα πίστει* ταῖς σαῖς πρεσβείαις πρὸς Κτίστην καὶ Κύριον.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Οἱ ἐν θλίψεσι ὄντες καὶ πειρασμεῖς, ἔνδοξε,* εἰς σὲ καταφεύγουσι πίστει* καὶ χείρας αἴρουσι* καὶ ἐξαιτοῦσι θερμῶς* τὴν προστασίαν σου, μάρτυς,* ἣν σύ, ̉Ολυμπία, παράσχου ἅπασι.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
̉Ανυπόκριτον πίστιν τε καὶ ἀταλάντευτον* παρέχει λιταῖς σου ὁ πάντων* Πλάστης καὶ Κύριος* διὸ σοι θαυμαστέ* θερμῶς προσφεύγομεν πάντες,* ̉Ολυμπία, αἰτοῦντες* τὴν σῇ βοήθειαν.
Δόξα Πατρὶ…
̒Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, τὸν Χριστόν,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Πανοσιότατε.
Θεοτοκίον.
̉Ορθοδόξων ἐδείχθης, καταφυγὴ Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος,* Θεομακάριστε,* τῶν ἀσθενούντων ἀεί,* σὺ ἰατρὸς καὶ προστάτης,* καὶ χηρῶν ὑπέρμαχος,* ἀκατανίκητος.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ολυμπία,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησία.
̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ.
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* ̉Ολυμπία ἔνδοξε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε…
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Ολυμπία πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Σὲ προστάτην καὶ στήριγμα* καὶ φρουρὸν ἀκοίμητον οἱ ̉Ορθόδοξοι,* ̉Ολυμπία μάρτυς, ἔχοντες* οὐ πτοούμεθα, Θεοκοινώνητε.
Δόξα Πατρὶ…
Τοὺς νοσοῦντας θεράπευσον,* ̉Ολυμπία ἔνθεε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποιεῖν καλὰς διαγνώσεις πάντοτε.
Θεοτοκίον.
̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς…
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ̉Ολυμπία θαυμαστέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τοὺς πολέμους κατάπαυσον,* ̉Ολυμπία ἔνδοξε, πιστῶν τὸ στήριγμα* καὶ εἰρήνην ταῖς ἱκέταις σου* παράσχου, μάρτυς πανευωδέστατε.
Δόξα Πατρὶ…
̉Εκ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε, Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν παθῶν μου, κόρη Θεοδόξαστε.
Θεοτοκίον.
Παναγία πανάχραντε,* τὴν ῾Ελλάδαν σκέπε καὶ διαφύλαττε* ἐξ ἐχθρῶν ποικίλων, ἔνθεε,* οἱ πιστοὶ ἀπαύστως* σοῦ δεόμεθα.
ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Ολυμπία, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* φωτοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς λιταῖς σου, μάκαρ ̉Ολυμπία,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, εὔσημε.
Δόξα Πατρὶ…
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, ̉Ολυμπία μάρτυς, ταχέως* ἐκ τῶν ποικίλων παγίδων ἱκέτας σου* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ολυμπία,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.
Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου·* Τάχυνον εἰς πρεσβείαν* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* τοὺς καταφεύγοντας εἰς σέ,* ̉Ολυμπία, Θεοδόξαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ. (δίς)
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν…
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κέφ. 21: 12-19)…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων˙ ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου˙ ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι˙ ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται˙ ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τῆς ̉Αθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Εἷτα τὸ Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…
Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα…
Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* ̉Ολυμπία ἔνδοξε,* ἀλλὰ διαφύλαττε τὸν ἱκέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* πάντοθεν πολεμούμενος* καί παραμυθίαν οὐκ ἔχω πλήν σου.* Μάρτυς τοῦ Κυρίου,* ἐλπὶς συ καὶ προστάτης τῶν πιστῶν,* μὴ μου παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Λειτουργοὺς τοῦ ῾Υψίστου,* ̉Ολυμπία παμμάκαρ, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κραυγάζωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* ̉Ολυμπία θαυμαστή,* πιστῶν ἡ βακτηρία.
Δόξα Πατρὶ…
Θελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, Μάρτυς ἁγνή, δυσώπησον˙* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων* τοὺς μετὰ πόθου ᾄδωντας˙* Ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρὸς σε πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ η’. Τόν Βασιλέα…
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, μυροβόλε,* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέχει* ταχέως ἐργασίαν.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, ̉Ολυμπία θεόφρον,* καὶ πιστοῖς παρέχει* ἀέρων εὐκρασίαν.
Δόξα Πατρὶ…
̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει τάχος.
Θεοτοκίον.
̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
̉Αξίωσον ἱκέτην,* μάρτυς ̉Ολυμπία,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε.
῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Δόξα Πατρὶ…
̉Ανάργυρος θεράπων* πάντων τῶν νοσοῦντων* καὶ τῶν πιστῶν βακτηρία* Τριὰς σὲ ἀνέδειξε,* ̉Ολυμπία μάρτυς,* Θέρμης τὸ καύχημα.
Θεοτοκίον.
̉Εξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.
Καὶ εὐθὺς τά Μεγαλυνάρια
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Χαίροις, μοναζόντων ὑπογραμμὸς* καὶ τῶν ̉Ορθοδόξων ὁ ἀτίμητος θησαυρός.* Χαίροις, τῶν νοσοῦντων* ἀνάργυρος θεράπων* καὶ πάντων τῶν ἐν θλίψει* τὸ καταφύγιον.
Πάντα τὰ αἰτήματα τῶν πιστῶν,* μάρτυς ̉Ολυμπία,* προσαγάγεις σὺ τῷ Θεῷ* καὶ θερμῶς αἰτεῖσαι* ἐκπλήρωσιν των, Κόρη,* εἰς οὖς ὁ πάντων Κτίστης* παράχει τάχυστα.
῎Ελαβες μαρτύρια πολλαπλὰ* ἐκ χειρῶν ἀπίστων, ̉Ολυμπία θαυματουργέ,* διὸ σε ὁ Πλάστης* ἀπέδωσε ἀσμένως* τοῦ μάρτυρος τὸν τίτλον* τῆς ̉Εκκλησίας Του.
̉Εκ βρέφους ἠγάπησας τὸν Χριστόν,* μάκαρ ̉Ολυμπία,* ̉Ορθοδόξων ἡ χαρμονή,* διὸ καὶ προσῆλθες* ἐν τῇ Μονῇ τῆς Θέρμης* ἔνθα ἀγογγύστως* ὡς μάρτυς ὕπνωσας.
Τὴν ῾Ελλάδα σκέπε, θαυματουργέ,* ̉Ολυμπία μάρτυς,* σοῦ δεόμεθα ταπεινῶς* καὶ ἐκ τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ
Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε.
̉Εν Θέρμαις ἐβίωσας ἀσκητικῶς καὶ σεμνῶς* καὶ ἔλαβες, Πάντιμε, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ* τὴν χλαίναν τοῦ μάρτυρος˙* ὅθεν σὲ ̉Ολυμπία* μετὰ δέους τιμῶμεν* καὶ θερμῶς ἐξαιτοῦμεν* ῥῦσαι, Κόρη, ἱκέτας* ἐκ τῶν χειρῶν τοῦ βελίαρ,* ἵνα σὲ δοξάζωμεν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἐν συνεχείᾳ μικρὰ ̉Απόλυσις. ῾Ο Χορός: Δόξα Πατρὶ … Κύριε, ἐλέησον (τρίς), Πάτερ, ἅγιε εὐλόγησον. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου… ῏Ηχος βʹ.
Δέχου παρακλήσεις ἱκετῶν,* δέχου ̉Ορθοδόξων δεήσεις* σὺ ̉Ολυμπία σεμνή,* ἄλλην γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῾Αγία, τῆς ῾Ελλάδος τὸ κλέος* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉ Αμήν
Η Οσία Ολυμπία ήταν ηγουμένη στο μοναστήρι των Καρυών της Θερμής, τη σημερινή Ιερά Μονή του Αγίου Ραφαήλ της Θερμής
Ο βίος και το μαρτύριο έγιναν γνωστά κατά το έτος 1959 μ.Χ., όταν βρέθηκαν τα σεπτά λείψανα των Αγίων της Θερμής, του Αγίου Ραφαήλ, του Αγίου Νικολάου και της Αγίας Ειρήνης.


