Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ εξής·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τοὺς μονοτρόπων ὑφηγήτορας δεῦτε, ἐν ψαλτηρίῳ καὶ εὐήχῳ σαμβύκῃ, πιστῶς ἀνευφημήσωμεν βοῶντες αὐτοῖς· Ξενοφὼν, Ἀρκάδιε, Ἰωάννη, Μαρία, δένδρα εὐθαλέστατα τῆς ἐρήμου ἀπαύστως, ἐκδυσω-πεῖτε ῥύσασθαι ἡμᾶς, ἐξ ἀνηκέστου, φθορᾶς τὸν Φιλάνθρωπον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΞΕΝΟΦΩΝΤΟΣ ΟΙΚΟΝ ΛΙΤΕΤΑΙ ΧΑΡΑΛΑΜΠΗΣ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ξενίαν παράσχου μοι Ἰησοῦ, ἐν τῇ σωτηρίῳ, Ἐκκλησίας Σου κιβωτῷ, καὶ δέξαι με ἄχρι τελευτῆς μου, ἐν τοῖς χωρίοις αὐτῆς ἐργαζόμενον.
Ἐνώτισαι ταύτην τὴν πενιχράν, παράκλησιν κλῆμα, εὐθαλέστατον Ξενοφῶν, καὶ βότρυν ἀξίωσόν με φέρειν, ἔργων χρηστότητος ὅπως σωθήσομαι.
Νεκρώσαντες ἅπαν τὸ γεηρόν, Ἀρκάδιε θεῖε, Ἰωάννη καὶ Ξενοφῶν, ὁμοῦ σὺν Μαρίᾳ ἰσαγγέλως, ἐν ἀπροσίτοις ὁπαῖς ἐβιώσατε.
Θεοτοκίον.
Ὁ τρίστηνος δέομαι Μαριάμ, θεόγραπτε τόμε, σωτηρίας τῶν χοϊκῶν, ἐν βίβλῳ ζωῆς κατάγραψόν με, τὸν ἐκζητοῦντα τὴν θείαν πρεσβείαν Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωτοφόρον τετράδα, τῶν ἀρετῶν ἔγνωμεν, Ξενοφῶντα καὶ Ἰωάννην, ἅμα Ἀρκάδιον, σὺν τῇ Μαρίᾳ πιστοί, τοὺς ἐν ἐρήμῳ φανέντας, ὡς πλειάδα πάμφωτον, κόσμον αὐγάζουσαν.
Ὤ Ἀρκάδιε θεῖε, Σαββαϊτῶν καύχημα, καὶ τῶν μοναστῶν Ἰωάννη, τὸ ἀκροθίνιον, πανευκλεὲς ξυνωρίς, Χριστὸν δυσώπει ῥυσθῆναι, ἐκ δεινῶν κολάσεων, σὲ τοὺς γεραίροντας.
Νικηφόρως τὸν βίον, ὦ Ξενοφῶν Ὅσιε, καὶ Μαρία σύμβιε τούτου, ἐπερατώσατε, ἐν οὐρανοῖς δὲ τανῦν, ὑπὲρ ἡμῶν δυσωπεῖτε, τὸν Χριστὸν λυτρώσασθαι, πάντας ἐκ θλίψεων.
Θεοτοκίον.
Τρισμακάριστε Κόρη, παρθενικὸν καύχημα, ἐν ταῖς Σαῖς ὠλέναις τὸν κόσμου, Κτίστην ἐβάστασας, διὸ ἐκ βάθους ψυχῆς, δοξολογῶν σε κραυγάζω· ἐξ ἀμπλακημάτων μου, ῥῦσαι καὶ σῶσόν με.
Διάσωσον, ὦ συνοδεία ὀλβία τοῦ Ξενοφῶντος, σοὺς ἱκέτας ἐκ συμφορῶν κινδύνων καὶ θλίψεων, ὡς χάριν εὑροῦσα παρὰ Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοί, καὶ πύργοι ἀδιάσειστοι, ἐλέους πηγαί, καὶ ὅρμοι γαληνότατοι, Ξενοφῶν Μαρία τε, Ἰωάννη σεπτὲ καὶ Ἀρκάδιε, ἐκδυσωπεῖτε τὸν Δημιουργόν, ὑμᾶς τοὺς τιμῶντας πόνων ῥύσασθαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀδυνῶν με ἀπάλλαξον, Ξενοφῶν θεόφρον ψυχῆς καὶ σώματος, ὁ ἑκὼν οἰκήσας ἔρημον, διὰ τὴν ἀγάπην τοῦ Παντάνακτος.
Σαρκικῶν ὦ Ἀρκάδιε, φρονημάτων ὤφθης σαφῶς ἀνώτερος, ὅθεν δεῖξόν με τὸν μέλποντα, σὲ δεινῶν συγχύσεων ὑπέρτερον.
Οὐρανίου φρονήματος, ἐμπλησθεῖσα ἔλιπες πλοῦτον βρότειον, ὅθεν κράζω σοι· οὐράνωσον, καὶ τὸν νοῦν ἡμῶν Μαρία πάνσεμνε.
Θεοτοκίον.
Ἱλασμὸς γενηθήτω μοι, ἡ Σὴ μεσιτεία Θεογεννήτρια, καὶ δεινῶν κακῶν ἐκλύτρωσις, γένους τῶν μερόπων παραμύθιον.
ᾨδὴ ε΄. Φώτισαν ἡμᾶς.
Κόσμου χαμερπῆ, συνοδεία ἐγκατέλιπες, τοῦ πανσόφου Ξενοφῶντος ὅθεν νῦν, καταξίωσον κἀμὲ φρονεῖ τὰ κρείττονα.
Ὄμβρησον κἀμοί, τῆς σῆς χάριτος Ἀρκάδιε, ὑετὸν και ἁμαρτίας μου κλεινέ, ἀποξήρανον ὀμβρήματα πρεσβείαις σου.
Νεῦσον ταῖς ἡμῶν, Ἰωάννη παρακλήσεσι, καὶ ἐκ νόσου κατωδύνου ζοφερᾶς, ἀπολύτρωσαι ἡμᾶς ταῖς σαῖς ἐντεύξεσι.
Θεοτοκίον.
Λάμψον μοι τὸ φῶς, μετανοίας τὸ γλυκύτατον, Θεοτόκε ἡ τὸ ἄστεκτον τὸ φῶς, οἰκουμένης ἀνατείλασα τοῖς πέρασιν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰσχύϊ, τοῦ Παναγίου Πνεύματος, ἀκηδίας πῦρ κατάσβεσον Πάτερ, σοφὲ Ἀρκάδιε τὸ κατακαῖον, τῶν ἱκετῶν σου ψυχῶν τὰ ἐνδότερα, ὁ κατασβέσας τοῖς κρουνοῖς, τῶν δακρύων σου πῦρ ἅπαν βρότειον.
Τῇ χάριτι, Ξενοφῶν θεσπέσιε, τοῦ Χριστοῦ ἀτμίδα πάντα ἡγήσω, καὶ εἰς Αὐτὸν τὸν σὸν νοῦν περιφέρων, τὰς τοῦ βεβήλου διώλεσας φάλαγγας· διὸ καὶ πάντας βοηθεῖς, μηχανὰς τὰς τοῦ ὄφεως λύσασθαι.
Ἐν Κρίσεως, τῇ ἡμέρᾳ Ἅγιε, ἀρωγὸς ἡμῖν γενοῦ Ἰωάννη, καὶ ἐκ δικαίας ἡμᾶς καταδίκης, ταῖς σαῖς θερμαῖς ἱκεσίαις ἐκλύτρωσαι, ὁ δι’ ἀγάπην τοῦ Χριστοῦ, ἑκουσίως πολίσας τὴν ἔρημον.
Θεοτοκίον.
Τρυχόμενοι, ὑπὸ νόσων Δέσποινα, ἀνιάτων καὶ παθῶν ἀκαθάρτων, τῇ ἀντιλήψει Σου πάντες θαῤῥοῦμεν, καὶ ἐκλαμβάνομεν ἴασιν τάχιστα· ὦ κολυμβήθρα Σιλωάμ, τῆς Καινῆς Διαθήκης τῆς χάριτος.
Διάσωσον, ὦ συνοδεία ὀλβία τοῦ Ξενοφῶντος, σοὺς ἱκέτας ἐκ συμφορῶν κινδύνων καὶ θλίψεων, ὡς χάριν εὑροῦσα παρὰ Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταχὺ προκατάλαβε.
Εὐμάρειαν ῥέουσαν, καὶ τὰς προσκαίρους τιμάς, ἠρνήθητε χαίροντες, καὶ μοναζόντων χοροῖς, σοφοὶ ἠριθμήθητε. Κύριον δυσωπεῖτε, Ξενοφῶν Ἰωάννη, σὺν θείῳ Ἀρκαδίῳ, καὶ Μαρία ἀπαύστως, δοθῆναι τοῖς εὐσεβέσιν ἄμετρον ἔλεος.
Προκείμενον.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν• ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τῶν Σῶν Ὁσίων πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β’ . Ὅλην ἀποθέμενοι.
Ξενοφῶν Μαρία τε, θεοφιλὲς Ἰωάννη, καὶ κλεινὲ Ἀρκάδιε, βότρυες γλυκύτατοι, θείας χάριτος, ἀσκητῶν πρότυπα, ῥόδα μυρίπνοα, ἐν σπηλαίοις ἐξανθήσαντες, μὴ μὲ ἐάσητε, τὸν ὑμῶν ἱκέτην συνέχεσθαι, τῷ κλύδωνι τῶν θλίψεων, καὶ τῶν ζοφερῶν περιστάσεων, ἀλλὰ δυσωπεῖτε, Χριστὸν τὸν Ζωοδότην καὶ Θεόν, ἐκ χαμαιζήλου λυτρώσασθαι, πόθου με τὸν δείλαιον.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Αἴροντες τὸν σταυρὸν ἐπ’ ὤμων, τῆς ἀσκήσεως Πατέρες ἐν ἐρήμῳ, πρὸς νομὰς θεϊκὰς ἀνήλθετε βοῶντες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἵλεως Ξενοφῶν γενοῦ μοι, καὶ καθάρισον ψυχῆς μου σηπεδόνας, ὁ ἀσκήσει στεῤῥᾷ καὶ ἰσαγγέλῳ βίῳ, καθάρας τὸ ἱμάτιον, τῆς ψυχῆς σου ἐν σπηλαίῳ.
Χάριν παρὰ Κυρίου εὗρες, θεραπεύειν τὰ ἐπώδυνα τὰ ἕλκη, τῶν σωμάτων ἡμῶν καὶ τῶν ψυχῶν θεόφρον, τοῦ Ξενοφῶντος σύμβιε, ὑπερένδοξε Μαρία.
Θεοτοκίον.
Ἄχραντε Μῆτερ τοῦ Ὑψίστου, ἐκ βυθοῦ ἐξάγαγέ με ἀπωλείας, καὶ πρὸς ἄκλυστον Σὺ ὁδήγησόν με ὅρμον, τῆς μετανοίας ἵνα Σε, ἀνυμνῶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥανίδας στάξον, ὑπακοῆς τῆ ψυχῇ μου, Ἰωάννη καὶ ἀνύψωσον τὸν νοῦν μου, πρὸς τὰ θεῖα ἅπερ, ἐπόθησας ἐν βίῳ.
Ἀμέμπτου βίου, θεοειδὴς συνοδεία, ἀναβάσεις τὰς σεπτὰς ὑπόδειξόν μοι, ἵνα τῆς μερίδος, τῶν σῳζομένων τύχω.
Λύτρωσιν δός μοι, ἐκ ψυχοφθόρων σφαλμάτων, Ξενοφῶν τῷ προσιόντι σοι ἐκ πόθου, καὶ γεραίροντί σε, ὡς καύχημα ἀζύγων.
Θεοτοκίον.
Ἀπεγνωσμένῳ, ἐκ τῶν πολλῶν μου σφαλμάτων, Ἀειπάρθενε γενοῦ μοι ὁδηγία, καὶ πρὸς εὐηθεία, τὰς τρίβους ἴθυνόν με.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μνημόνευε ἀπαύστως, Ξενοφῶν φωσφόρε, τοὺς ὁλοτρόπῳ σπουδῇ σοι προστρέχοντας, καὶ οἷα γνήσιον φίλον Θεοῦ δοξάζοντας.
Περισπασμοῖς ποικίλοις, βλαβεροῖς ὁ τάλας, περιπεσὼν ὦ Ἀρκάδιε δέομαι, σαῖς ἱκεσίαις εἰρήνην ψυχῆς μοι δώρησαι.
Ἡλίου λαμπροτέρα, ἡ σὴ πολιτεία, ὦ Ἰωάννη τῶ κόσμῳ ἐξέλαμψε, φωταγωγοῦσα τὰς τρίβους τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Στεφάνοις ἀφθαρσίας, στέψον τοὺς Σοὺς δούλους, τοὺς Σὲ γεραίροντας Κόρη πανύμνητε, καὶ τὸν Υἱὸν καὶ Θεόν Σου ἀεὶ δοξάζοντας.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις αὐταδέλφων δυὰς κλυτή, θεῖε Ἰωάννη, καὶ Ἀρκάδιε θαυμαστέ· χαίρετε Μαρία, καὶ Ξενοφῶν συνάμα, σεπτὴ ἐκείνων ῥίζα, ἡ ἀγλοαόκαρπος.
Δεῦτε ἀνυμνήσωμεν ἐν χορῷ, τὴν σεπτὴν δυάδα, Ξενοφῶντα τὸν εὐκλεῆ, σὺν τῆ θεοφόρῳ, Μαρίᾳ τῇ συμβίῳ, αὐτοῦ ὥσπερ κανόνας, αὐταπαρνήσεως.
Χαίροις πανσεβάσμιε ξυνωρίς, μάκαρ Ἰωάννη, καὶ Ἀρκάδιε γεραρέ, αὐταδέλφων κλέος, ὡράϊσμα ἐρήμου, καὶ πολισταὶ σπηλαίων, θεοειδέστατοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ξενοφῶντα τὸν δίκαιον εὐφημήσωμεν, σὺν τῇ συμβίῳ Μαρίᾳ τῇ ταπεινῇ καὶ σεμνῇ, καὶ υἱῶν αὐτοῦ δυάδα τὴν θεόσδοτον, τὸν Ἰωάννην τὸν κλεινόν, καὶ Ἀρκάδιον ὁμοῦ, τοὺς στύλους τῆς εὐσεβείας, οὕς κατέχομεν νῦν ἱκέτας, καὶ πρεσβευτὰς ἡμῶν θερμοὺς πρὸς Κύριον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ ὑμῶν στεῤῥᾷ μεσιτείᾳ, ἐλευθερώσατε, Ξενοφῶν Ἀρκάδιε πανοσιώτατοι, Ἰωάννη Μαρία τε τῆς χάριτος ῥόδα, ἐκ τῆς τοῦ ἀλάστορος δολίας ἐπιβουλῆς, ἵνα ἐν ἀμώμῳ καρδίᾳ, τὰ ὑμῶν λαμπρὰ ἀνυμνοῦμεν, ἐν ἐρήμῳ Ὅσιοι παλαίσματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

26 Ιανουαρίου
Ως γενεά ευλογητή τω Κυρίω, της ουρανίου ηξιώθησαν δόξης, ασκητικώς δοξάσαντες Χριστόν επί της γης. Ξενοφών ο Όσιος, και η τούτου συμβία, συν τοις αριστεύσασιν, ιεροίς αυτών τέκνοις, ους ευφημούντες είπωμεν φαιδρώς χαίροις Οσίων χορεία τετράριθμε.