Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ΄. Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κοινωνὸς τῶν ἀπ’ αἰῶνος Ὁσίων, καὶ τοῦ Σωτῆρος ϑεοφόρος ϑεράπων, καὶ Καλιμνίων μέγα καταφύγιον, δίδου τὰ αἰτήματα, τοῖς πιστῶς προσιοῦσι, Σάββα Πάτερ Ὅσιε, τῷ σεπτῷ σου λειψάνῳ, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, παρὰ Κυρίου, ἐξαίτει ἑκάστοτε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. ἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευϑέρους· οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ’ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
«Δίδου ὦ Σάββα ἡμῖν σὴν χάριν. Γερασίμου».
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τοῦ Πνεύματος ἱερόν, Σάββα ϑεοφόρε, τὰς δεήσεις τῶν εὐσεβῶν, δέχου πατρικῇ σου συμπαϑείᾳ. καὶ πᾶσι δίδου τὴν χάριν σου Ὄσιε.
᾿Ιδού σοι προσήλϑομεν εὐλαβῶς. καὶ τῶν σῶν λειψάνων προσπτυσσόμεϑα τὴν σορόν, ὡς ἂν κομισώμεϑα ἐκ ταύτης, ἁγιασμὸν καὶ παϑῶν ἀπολύτρωσιν.
Δυνάμεις ϑαυμάτων ὡς ἐνεργῶν, ϑαυμάστωσον Πάτερ, τὴν σὴν χάριν καὶ ἐν ἐμοί, καὶ παῦσον ψυχῆς μου τὴν ὀδύνην, ὡς τοῦ Χριστοῦ μιμητὴς Σάββα Ὅσσιε.
Θεοτοκίον.
᾿Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Ἀειπάρϑενε Μαριάμ, φωτὶ τῆς ϑερμῆς σου προστασίας, τὰ τῶν παϑῶν ἡμῶν νέφη διάλυσον.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπὸ πλήϑους πταισμάτων, καταθληϑεὶς γέγονα, δοῦλος τῶν παϑῶν ϑεοφόρε, νοῖ ἀγνώμονι, ἀλλ᾽ ἣ πρεσβείᾳ σου, ἐξαγαγέτω με Πάτερ, τῆς Παρούσης ϑλίψεως, καϑικετεύω σε.
Ὠς ϑερμόν σε προστάτην, καὶ βοηϑὸν ἕτοιμον, ἔχει σε προνοίᾳ Κυρίου, ἡ νῆσος Κάλυμνος, διὸ καὶ κράζει σοι. ᾿Εκ πειρασμῶν καὶ κινδύνων. ἀσινῆ με φύλαττε, Σάββα μακάριε.
Στηριγμὸς κλονουμένων, ὡς ἀληϑῶς πέφηνας, Πάτερ ἐν ἐσχάτοις τοῖς χρόνοις, ἐν ϑείῳ Πνεύματι· διὸ κλονούμενον, κἀμὲ ἐχϑροῦ ἐπηρείαις, ἐν τῷ φόβῳ στήριξον, Σάββα τοῦ Κτίσαντος.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα, τὸν τοῦ παντὸς αἴτιον, καὶ μετὰ τὸν τόκον Παρϑένος ἄφϑορος μείνασα, Θεοχαρίτωτε, φϑοροποιῶν νοημάτων, τὴν ψυχήν μου λύτρῶσαι, τῇ σῇ χρηστότητι.
Διάσωσον τοὺς προσιόντας τῇ ϑήκῃ τοῦ σοῦ λειψάνου, πάσης βλάθης καὶ συμφορᾶς Σάββα Ὅσιε, ὡς δεδεγμένος τὴν χάριν παρὰ Κυρίου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ϑερμός, καὶ ἀντιλήπτωρ μέγιστος, καὶ σκέπη στερρά, τῶν Καλυμνίων πέφηνας· διὸ τὴν σὴν δοήϑειαν, καϑ᾽ ἑκάστην αἰτοῦμεν βοῶντές σοι. Μὴ παύσῃ διέπειν καὶ φρουρεῖν, ὦ Σάββα ἡμᾶς τοὺς σὲ γεραίροντας.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Βοηϑὸς ἐν τοῖς ϑλίψεσι, καὶ ἐν τοῖς κινδύνοις ρύστῆς ὀξύτατος, Πάτερ Σάββα ἔσο πάντοτε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Βρύει χάριν ἀέναον, ἡ τοῦ σοῦ λειψάνου ϑήκη μυρίπνοος, καὶ ἰᾶται Σάββα Ὅσιε, τὰ δυσώδη πάϑη ϑείῳ Πνεύματι.
Ἀσϑενοῦσι τὴν ἴασιν, δίδου Πάτερ Σάββα ὡς συμπαϑέστατος, καὶ κυβέρνα ἀσφαλέστατα, τοὺς ναυτιλλομένους τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τὴν ἐσκοτισμένην ‘ψυχήν μου πάϑεσι, τῇ πρεσβείᾳ σου καταύγασον, καὶ τῷ ϑείῳ φόθῳ με συνέτισον.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, ΚΚαλυμνίων ὥφϑης Ἄγιε· διὰ τοῦτο ἀποδίωκε ἀεί, ἀφ᾽ ἡμῶν τὰ τοῦ ἐχϑροῦ πικρὰ σκάνδαλα.
Ἴασαι δεινάς, ἀσϑενείας Σάββα Ὅσιε, τῶν σπευδόντων τῇ ἁγίᾳ σου σορῷ. καὶ αἰτούντων τὴν ταχεῖάν σου ἀντίληψιν.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος, καὶ παντοίων ϑλιθερῶν ἐπιφορῶν, Πάτερ Σάββα ἀβλαθεῖς ἡμᾶς διάσωζε.
ϑεοτοκίον.
Σκέπη ἀσφαλής, τῶν ἀνθρώπων καὶ διάσωσμα, τῶν ποικίλων τοῦ ἐχϑροῦ ἐπιβουλῶν, σκέπασόν με Θεοτόκε τὸν ἱκέτην σου.
ᾨδή ς΄. Τὴν δέησιν.
Ἡγίασεν, ἐν ἐσχάτοις σε χρόνοις, ὃν ἐδόξασας Θεὸν τῷ σῷ δίῳ, Σάββα ϑεόφρον· διὸ ἁγιάζεις, ἁγιασμῷ τοῦ ἁγίου λειψάνου σου, τοὺς τρυχομένους χαλεπῶς, ἐναγέσι παϑήμασιν Ἄγιε.
Ναμάτων, πεπληρωμένος αὕλων, ϑεοδόξαστε Πατὴρ ἡμῶν Σάββα, καϑάπερ ὕδωρ ζωῆς ἀναβλύζεις, τὸν γλυχασμὸν τῆς δοϑείσης σοι χάριτος, καὶ τὴν πικρίαν τῶν δεινῶν, ἐξ ἡμῶν ἀπελαύνεις ἑκάστοτε.
Χειρί σου, τῇ πατρικῇ ϑεοφύρε, ἀσφαλῶς τοὺς ἔν ϑαλάσσῃ κυβερνά, καὶ δίδου εὔπλοιαν τούτοις παμμάκαρ, τρικυμιῶν καὶ κινδύνων ρυόμενος, καὶ ἔσο Σάββα νοερῶς, κυβερνήτης αὐτοῖς ἀσφαλέστατος.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητὴν τετοκυῖα, ἐκλυτρούμενον ἡμᾶς τῆς κατάρας, Εὐλογημένη Θεόνυμφε Κόρη, ἁμαρτανόντων ϑερμὸν ἱλαστήριον ἁμαρτιῶν μου τῶν πολλῶν, ἱλασὸν καὶ τὴν ἄφεσιν αἴτησαι.
Διάσωσον τοὺς προσιόντας τῇ ϑήκῃ τοῦ σοῦ λειψάνου, πάσης βλάθης καὶ συμφορᾶς Σάββα Ὅσιε, ὡς δεδεγμένος τὴν χάριν παρὰ Κυρίου.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Καλυμνίων ϑερμῶς προϊστάμενος, ὡς δοξασϑεὶς τῇ τοῦ Πνεύματος χάριτι, παρέχεις τοῖς χρήζουσι πάντοτε, τὴν σὴν ταχεῖαν ἐν πᾶσι ὀβοήϑειαν· διό σε ὑμνοῦμεν Σάββα Ὅσιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ὁ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον…
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματϑαῖον.
Εἴπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαϑηταῖς. Πάντα μοι παρεδόϑη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Ὑἱὸν εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱὸς καὶ ὦ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι. κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐξ ὑμᾶς καὶ μάϑετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ “Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ο Θεός….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Ἄστρον ὡς νεόφωτον, τῇ τοῦ Χριστοῦ Ἔκκλησίᾳ, ἐν ἐσχάτοις ἔτεσι, βίου καϑαρότητι Πάτερ ἔλαμψας, καὶ φωτὶ Ὅσιε, τῶν σῶν ϑαυμασίων, ἀπελαύνεις τὴν σκοτόμαιναν, παϑῶν καὶ ϑλίψεων, τῶν προσπελαζόντων τῇ σκέπῃ σου, καὶ νέμεις τοῖς αἰτοῦσί σε, χάριν καὶ ὑγείαν καὶ ἔλεος· διό σοι βοῶμεν. Μὴ παύσῃ ἵκετεύων τὸν Χριστόν, Σάββα ϑεόφρον μακάριε, ὑπὲρ τῶν τιμώντων σε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ρέει ἄφϑονος χάρις, ἐκ τοῦ ϑείου λειψάνου σου Σάββα Ὅσιε, καὶ παύει τὰς ὀδύνας. καὶ λύει ἀρρωστίας, καὶ παρέχει ἑκάστοτε, τοῖς προσιοῦσι πιστῶς, χαρὰν καὶ εὐφροσύνην.
᾿Ιατρεύσας τὴν χεῖρα, τὴν ξηρὰν τοῦ γυναίου τοῦ προσελϑόντος σοι, ἰάτρευσον παμμάκαρ, κἀμοῦ τοῦ σοῦ ἱκέτου, τῆς ψυχῆς τὰ συντρίμματα. καὶ καχεξίας δεινάς, πικρῶς με τυραννούσας.
Νοσημάτων παντοίων, ϑεραπεύεις τοὺς πίστει σοι καταφεύγοντας, καὶ λύεις Πάτερ Σάββα, δεινὴν δυσηκοΐαν, καὶ ψυχῶν τὴν κατήφειαν, τῶν ἐκβώντων ϑερμῶς, τὸ ϑεῖον ὄνομά σου.
Θεοτοκίον.
Γνώρισόν μοι τὴν τρίβον, τὴν σωτήριον Κόρη ἐν ἧ πορεύσομαι· δεινῶς γὰρ ἐπλανήϑην, τῶν ϑείων ἐνταλμάτων, ἀλλὰ σύ μὲ ἀνϑέλκυσον, καὶ πρὸς οδὸν
ἀσφαλῇ, ἴϑυνον τὴν ζωήν μου.
ᾨδή η΄. Τὸν Βασιλέα.
Ἔκ πάσης νήσου, τοὺς καταφεύγοντας Πάτερ, τῷ λειψάνῳ σου εὐλόγει οὐρανόϑεν, καὶ χορήγει τούτοις, ὦ Σάββα τὰς αἰτήσεις.
Ῥῶσιν εὑρίσκει, πᾶς προσιὼν τῇ σῇ ϑήκῃ, Σάββα Ὅσιε καὶ οἴκοι ἐπιστρέφει, πλήρης εὐφροσύνης, κηρύττων σοι τὴν χάριν.
Άνωϑεν σκέπε, τὴν σὴν Μονὴν ϑεοφόρε, καὶ τὴν Κάλυμνον σύμπασαν τὴν σὴν νῆσον, ἣν παρὰ Κυρίου, ὡς σχοίνισμα ἐκτήσω.
Θεοτοκίον.
Σαρκὶ τεκοῦσα. τὸν Ὑπερούσιον Λόγον, ᾿Αειπάρϑενε Μαρία Θεοτόκε, τοῦτον ἐκδησώπει, εἰρήνην δοῦναι κόσμῳ.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
᾿Ισχὺς ἡ προϊοῦσα, ἐκ τοῦ σοῦ λειψάνου, τὰς ἀσϑενείας ἰᾶται ἑκάστοτε, τῶν προσιόντων σοι Σάββα θερμῆς ἐκ πίστεως.
Μὴ παύσῃ προστατεύων, ταύτης σου τῆς νήσου, τῆς πλουτησάσης τὸ ϑεῖόν σου λείψανον, καὶ κεκτημένὴς σε Σάββα μέγα προσφύγιον.
Ὁ μέγας τῆς Καλύμνου, ρύστης καὶ προστάτης, τοὺς Καλυμνίους τὰ τέκνα σου Ὅσιε, οἷα πατὴρ πάσῃ ὥρᾳ σκέπε φιλόστοργος.
Θεοτοκίον.
Ὕπέραγνε Μαρία. Κεχαριτωμένη, τοῦ Ποιητοῦ καὶ κτισμάτων μεϑόριον, τῆς αἰωνίου με δόξης μέτοχον ποίησον.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ᾿Εκκλησίας νέος ἀστήρ, τῆς Θράκης ὁ γόνος, καὶ Καλύμνου ἡ καλλονή, Σάββα ϑεοφόρε, Ἀγγέλων συμπολῖτα. καὶ πάντων τῶν ᾿Αγίων, ὁ ἰσοστάσιος.
Ὅλῃ τῇ καρδίᾳ καὶ τῇ ψυχῇ, Χριστὸν ἀγαπήσας, ὥφϑης ἔνϑους τῇ ἀρετῇ, καὶ σαὐτὸν καϑάρας, προσύλου προσπαϑείας, τοῦ Πνεύματος ἐγένου, σκεῦος πολύτιμον.
Βρύει τῶν λειψάνων σου ἡ σορός, χάριν ἰαμάτῶν, χορηγίᾳ τῇ ϑεϊκῇ, ὅϑεν Πάτερ Σάββα, οἱ ταύτῃ προσιόντες, κομίζονται ὑγείαν, ψυχῆς καὶ σώματος.
Χαίροις τῆς Καλύμνου ϑεῖος πυρσός, καὶ Δωδεκανήσου, ἐγκαλλώπισμα ἱερόν, καὶ τῆς ἐν τῷ Ἄϑῳ, Σκήτης Ἄγίας Ἄννης, βλαστὸς ὁ ϑεοφόρος, Σάββα πανόσιε.
Χαίρει ἡ Μονή σου ἣ ἱερά, ἔχουσα ἐν κόλποις, τοῦ λειψάνου σου τὴν σορόν, Σάββα ϑεοφόρε, καὶ εὐλαβῶς βοᾷ σοι. Οδήγει καὶ νῦν Πάτερ, ἡμᾶς πρὸς Κύριον.
Τοὺς ναυτιλλομένους καὶ ἐν μακρᾷ, πλέοντας ϑαλάσσῃ, διαφύλαττε ἀβλαβεῖς, καὶ τοῖς ϑλιθομένοις, καὶ πάσχουσι ποικίλως, δίδου ὦ Πάτερ Σάββα, τὴν σὴν βοήϑειαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, Πάτερ τῷ σεπτῷ σου λειψάνῳ, σκέπε καὶ φύλαττε, πάσης περιοτάσεως, καὶ πειρασμῶν χαλεπῶν, τοῖς ἐν βίῳ δὲ κάμνουσι, καὶ πάσχουσι μάκαρ, δίδου τὴν ἐκλύτρωσιν, ὡς συμπαϑέστατος, πάντας δὲ τοὺς πλέοντας σκέπε, τῶν ἐν τῇ ϑαλάσσῃ κινδύνων, ϑεοφόρε Σάββα τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον.
Δέξαι καὶ τήν δε παράκλησιν ὦ Σάββα
Ἣν εὐλαβῶς σοι Γεράσιμος προσάγει.
14 ημέρες πριν το Άγιο Πάσχα
Γόνος γέγονας Γάνου και χώρας Μέγα καύχημα νήσου Καλύμνου παμμακάριστε Σάββα, πατήρ ημών και γαρ οδόν διελθών της ασκήσεως του ακροτάτου τέλους επέτυχες. Διό πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.