Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καί τό ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῆν τῶν θαυμάτων δωρεάν κεκτημένος, θαυματουργίαις διαπρέπεις ποικίλαις, Μεγαλομάρτυς ἔνδοξε Μηνᾶ θαυμαστέ· ὅθεν τούς προστρέχοντας, τῇ θερμῇ ἀρωγῇ σου, πάσης ἀπολύτρωσαι, ἐπηρείας καί βλάβης, καί εἰρηναίαν δώρησαι ζωήν, ταῖς προς Θεόν ἱκεσίαις σου Ἂγιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καί ὁ κανών οὗ ἢ ἀκροστιχίς·
Φύλαξ ἡμῖν ἔσο Μηνᾶ Ἀθλοφόρε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φρουρῶν μή ἐλλίπης καί συντηρῶν, τῇ σῇ προστασίᾳ, ἀπό πάσης ἐπιβουλῆς, καί βλάβης ἐχθροῦ τοῦ βροτοκτόνου, Μεγαλομάρτυς Μηνᾷ τούς τιμῶντάς σε.
Ὑψοόθεν ἐπίβλεψον εὐμενῶς, Μηνᾶ Ἀθλοφόρε, ὡς προστάτης ἡμῶν θερμός, καί δέξαι ἡμῶν τάς ἱκεσίας, καί τά αἰτήματα πλήρωσον Ἀγιε.
Λεόντων τάς μύλας τῶν νοητῶν, ὀδύνας καί πόνους, ἀπειλούντων ἡμῖν ἀεί, σύντριψον Μηνᾶ τῇ σῇ πρεσβείᾳ καί ἀσινεῖς ἡμᾶς φύλαττε πάντοτε.
Θεοτοκίον.
Ἀγνον μὲ καί σώματι καί ψυχῇ, καί πάσῃ αἰσθήσει, διατήρει Μῆτερ Θεοῦ, καί δίδου μοι ἄφεσιν πταισμάτων, τῇ πρός Χριστόν μητρικῇ παρρησίᾳ σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ξενοτρόπων θαυμάτων, τάς δωρεάς πάντοτε, βλύζων σου ὁ ἅγιος οἴκος, Πνεύματος χάριτι παύει νοσήματα, καί χαλεπὰς ἀλγηδόνας, καί παρέχει ἅπασι, χάριν καί ἔλεος.
Ἡδοθεῖσα σοι χάρις, παρά Θεοῦ Ἂγιε, ὑπέρ τάς αὐγάς τοῦ ἡλίου, ἐναπαστράπτουσα, νύκτα τῶν θλίψεων, καί πειρασμῶν σκοτομήνην, διαλύει τάχιστα, τῶν προσιοντῶν σοι.
Μέγας πέλων προστάτης, καί βοηθός ἕτοιμος τῶν περιπιπτόντων κινδύνοις καί περιστάσεσι, βοήθει πάντοτε, τῇ σῇ θερμῇ ἀντιλήψει, Μηνᾶ παμμακάριστε, τοῖς σοί προστρέχουσι.
Θεοτοκίον
Ἰλασμόν τῶν πταισμάτων, καί τῶν παθῶν λύτρωσιν, καί τῇ ραθυμούσῃ ψυχῇ μου, θείαν ἐγρήγορσιν, παράσχου Δέσποινα, οἷα πηγή τοῦ ἐλέους, καί πρός μετανοίας με, ὁδόν ὁδήγησον.
Διασῶσον Μεγαλομάρτυς Κυρίου Μηνᾶ ϑεόφρον, πάσης νόσου καί πειρασμῶν τε καί θλίψεων, τούς ἀδιστάκτως προστρέχοντας τῇ σῇ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῆν σήν ἀρωγήν, ἀεί ἐπιβοώμενοι, κινδύνων πολλῶν, καί θλίψεων λυτρούμεθα· σύ γάρ προστάτης ἔνθεος, καί θερμός ἄνεδείχθης ὑπέρμαχος, τοῖς εὐσεβέσι Μηνᾶ θαυμαστέ, βραβεύων τοῖς πᾶσι τά σωτήρια.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῇ σῇ θερμοτάτῃ πρεσβείᾳ Ἂγιε, καί ποικίλων περιστάσεῶν, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Ἐν ὀδύνῃ με κείμενον, φάνηθι καί ἴασαι Μηνᾶ ἔνδοξε, καί τό ἄλγος τῆς καρδίας μου, τῇ σῇ μεταποίησον χρηστότητι.
Σὑμπαθῶς ἐπικλώμενος, ἅπαντας προφθάνεις τούς κινδυνεύοντας, καί βραβεύεις τά αἰτήματα, τοῖς θερμῶς φοιτῶσι τῷ τεμένει σου.
Θεοτοκίον.
Ο τοῖς πᾶσιν ἀχώρητος, ἐν τῇ σῇ νηδύϊ χωρείται Ἄχραντε, τόν ᾿Αδάμ ἀνακαλούμενος, πρός τήν πρώτην εὔκλειαν ὡς εὔσπλαγχνος.
ᾨδὴ ε΄. Φώτισαν ἡμᾶς.
Μόνον ὡς φωνῶ, τήν ἁγίαν Μηνᾶ κλῆσίν σου, ἐπελθόντων ἐκλυτροῦμαι δυσχερῶν· διά τοῦτό σε προστάτην ἐπιγράφομαι.
Ἠθλησας στερρῶς, καί ἐκπλήττεις τοῖς σοῖς θαύμασι, τούς τήν σήν αἰτοῦντας Μάρτυς ἀρωγήν, καί ἐξαίρεις, συνοχῆς πικρᾶς τούς πάσχοντας.
Νἐκρῶσον ἐχθρῶν, τῶν ἀσάρκων τά βουλεύματα, καθ᾽ ἡμῶν ὠρυομένων ἀναιδῶς, καί εἰρήνην, ἡμῖν αἴτει ἀστασίαστον.
Θεοτοκίον.
Ἂνωθεν ἡμᾶς, ἐποπτεύοις Κόρη ἴλεως, διαλύουσα ἐχθροῦ τάς προσβολάς, καί Παράσχου, τήν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκύμαντον, Ἀθλητά καί ἄκλυστον, τον ναόν σοὺ ἐφευρόντες λιμένα, οἱ χειμαζόμενοι σάλῳ τοῦ βίου, θερμῶς ἐν τούτῳ προστρέχομεν Ἂγιε, καί πάσης ζάλης καὶ ὀργῆς, ἐκλυτρούμεθα τῇ ἀντιλήψει σου.
Θἐράπευσον, συμπαθεῖ ἐντεύξει σου, την δεινῶς με κατασχοῦσαν ὀδύνην, καί τῆς ψυχῆς μου τόν τάραχον παῦσον, καί τῆς καρδίας τήν λύπην ἀφάνισον, Μάρτυς Μηνᾶ θαυματουργέ, καί Θεῷ με οἰκείωσαι δέομαι.
Λὑτρούμενος, ἀναγκῶν καί θλίψεων, και δεινῶν ἐπηρειῶν καί κινδύνων, καί δυσπραγίας ἁπάσης καί βλάβης, καί χαλεπῶν περιστάσεων πάντοτε, μή διαλίπης Ἀθλητά, τούς πιστῶς τῇ πρεσβείᾳ σου σπεύδοντας.
Θεοτοκίον.
Ὀλόσωμον, τήν πληγήν ὁ δείλαιος, τῇ τοῦ πλάνου δεδεγμένος μανίᾳ, κεῖμαι ἡμίθνητος Κόρη ἐκτάδην· ἀλλά τῇ με χρηστότητι ζώωσον, καί ρύθμισόν μου τήν ζωήν, προσταγαῖς τοῦ ἐκ σοῦ ἀνατείλαντος.
Διάσωσον Μεγαλομάρτυς Κυρίου Μηνᾶ θεόφρον, πάσης νόσου καί πειρασμῶν τε καί θλίψεων, τούς ἀδιστάκτως προστρέχοντας τῇ σῇ σκέπῃ.
᾿Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς τῶν θαυμάτων σου θείαις ἐλλάμψεσι, τῶν παθημάτων διώκεις σκοτόμαιναν, καί νέμεις ὑγείαν καί λύτρωσιν, καί ὀξυτάτην βοήθειαν πάντοτε, Μηνᾶ τοῖς τελοῦσιν ἐν θλίψεσι.
Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἀγίοις αὐτοῦ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ…
Ευαγγέλιον, Ἔκ τοῦ κατά Λουκᾶν (Κεφ. κα΄, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β’ . Ὅλην ἀποθέμενοι.
Θαύμασι δεδόξασαι, καί δωρεαῖς θεοσδότοις, καί ποικίλαις χάρισι, καί πλείσταῖς δυνάμεσι τῶν ἰάσεων, Ἀθλητά ἔνδοξε,ὡς λαμπρῶς ἀθλήσας διά τοῦτο δυσωποῦμέν σε· Ἡμᾶς ἀπάλλαξον, ἐξ ὀδυνηρῶν περιστάσεων, καί πόνων καί κακώσεων, καί ὁλεθροτόκων συμπτώσεων, καί πλημμελημάτων, τήν ἄφεσιν ἐξαίτησαι ἡμῖν, Μηνᾶ τοῖς πόθῳ προστρέχουσι, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον, ὁ Θεός τόν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φυγαδεύεις πνευμάτων, ἀκαθάρτων τά σμήνη τῇ ἐπικλήσει σου, καί ἴασιν καί ρῶσιν, καί πᾶσαν ἄλλην δόσιν, ἀγαθήν ὡς φιλάγαθος, ἡμῖν παρέχεις ἀεί, Μηνᾷ θαυματοφόρε.
Οἱ κινδύνοις ἐξαίφνης, περιπίπτοντες Μάρτυς τήν σήν ἀντίληψιν, θερμῶς ἐπικαλοῦνται, καί θᾶττον ἐκλυτροῦνται, τῆς δεινῆς περιστάσεως ὡς θαυμαστή σου Μηνᾶ, ἣν ἐκομίσω χάρις!
Ρῶσιν δίδου σωμάτων, καί ψυχῶν εὐρωστίαν ὡς συμπαθέστατος, ὁμόνοιαν ἐν βίῳ, συγχώρησιν πταισμάτων, καί εἰρήνης εὐστάθειαν, παρά Χριστοῦ τοῦ Θεοῦ, ἡμῖν Μμεγαλομάρτυς.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σοὺ αἱμάτων, ἐν μορφῇ τῇ βροτείᾳ κόσμῳ ἀνέτειλεν, ὁ Ἥλιος τῆς δόξης, Χριστός ὁ φωτοδότης, οὗ ταῖς θείαις ἐλλάμψεσι, καταύγασόν μου τόν νοῦν, Παρθένε Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέλως ὁρᾶται, τῇ σῇ θερμῇ προστασίᾳ, ὁ ζητῶν ἀεί καταπιεῖν με δράκων, σύ γάρ τούτου Μάρτυς, τάς μηχανάς συντρίβεις.
Εὕροιμι Μάρτυς, ἐν τῇ ὁδῷ τῇ τοῦ βίου, τήν πρεσβείαν σου σκέπην καί ὁδηγίαν, πρός τήν τῶν κρειττόνων, ἐπίδοσιν ἁγίαν.
Ράβδῳ ἁγίᾳ, τῆς σῆς θερμῆς προστασίας, ἡμᾶς πάντοτε ὁδήγει Ἀθλοφόρε, ἐπί τάς εὐθείας, ὁδούς τῆς σωτηρίας.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καί σωτηρία ἀνθρώπων, ὐπερένδοξε Ἀγνή Θεοκυῆτορ, σῶσον τούς σούς δούλους, μελλούσης καταδίκης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συντήρει ἀνωτέρους, ἐχθρῶν ἀοράτων, καί ὁρατῶν τῆς κακίας μακάριε, τούς ἀδιστάκτῳ καρδίᾳ σε μεγαλύνοντας.
Ἰἅματα βλυστάνων, ὁ σεπτός ναός σου, τάς ἀσθενείας ἰᾶται ἑκάστοτε, καί εὐφροσύνην παρέχει τοῖς σέ γεραίρουσι.
Μεγίστων σέ εἰδότες, αὐτουργόν θαυμάτῶν, τῇ σῇ προστρέχομεν χάριτι Ἂγιε, ἵνα ρυσθῶμεν κακίας τοῦ πολεμήτορος.
Ο μέγας Ὀρθοδόξων, φύλαξ καί προστάτῆς, μή διαλίπης Μηνᾷ προμηθούμενος, τῶν εὐλαβῶς προσιόντων τῷ θείῳ οἴκῳ σου.
Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένῃ, την πεπτώκυῖαν ψυχήν μου ἀνύψωσον, πρός ἀναβάσεις Παρθένε ζωῆς τῆς κρείττονος.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθλοφόρων κλέος σεπτόν, και τῆς ᾿Εκκλησίας ἀπροσμάχητος βοηθός, χαίροις τῶν θαυμάτων, ἀκένωτος χειμάρρους, Μηνᾶ Μεγαλομάρτυς, ἡμῶν ἀντίληψις.
Κὄσμου τήν στρατείαν καταλιπών, ὅλῃ τῆ καρδίᾳ, ἠκολούθησας τῷ Χριστῷ, καί τῆς εὐσεβείας, ζωσάμενος τά ὅπλα, καθεῖλες Ἀθλοφόρε, ἐχθρῶν παράταξιν.
Χαἱρων ὡμολόγησας τόν Χριστόν, ἐπί δυσσεβούντων, καί ἠγώνισαι καρτερῶς, ὂθεν έδοξάσθης, λαμπρῶς Μεγαλομάρτυς, καί μέγας ἀντιλήπτωρ ἡμῶν γεγένησαι.
Χαίροις εὐσεβούντων ὁ ἀρωγός, ρύστης τῶν ἐν θλίψει, καί πασχόντων ὁ βοηθός, χαίροις ὃ προφθάνων, τούς σέ προσκαλουμένους, καί χαλεπῶν κινδύνων, ἡμᾶς ρυόμενος.
Μόνους ἀνυποίστους ὑπενεγκών, πόνων τῶν ἐν βίῳ, ἀναγκῶν τε καί πειρασμῶν, καί παντοίων νόσων, ἀτρώτους ἡμᾶς τήρει, Μηνᾶ τούς σέ προστάτην, θερμόν πλουτήσαντας.
Καθ᾽ ὕπαρ καί ὄναρ ὑπερφυῶς, φαινόμενος Μάρτυς, διασώζεις πάντα πιστόν, ὅθεν ἡμᾶς ρύου, τῆς τοῦ ἐχθροῦ μανίας, καὶ πάσης ἐπηρείας, Μηνᾶ ἑκάστοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μἔγας ἀντιλήπτωρ καί θερμός, πέλων πρεσβευτής πρός τόν Κτίστην, ὡς συμπαθέστατος, τῶν ὑπό τήν σκέπην σου, καταφευγόντων ἀεί, Ἀθλοφόρε πανθαύμαστε, λυτροῦσαι κινδύνων, ἀναγκῶν καί θλίψεων, καί χαλεπῶν προσβολῶν, βλάβης τοῦ ἐχθροῦ καί μανίας, δυσχερείας πάσης καί λύπης, ἔνδοξε Μηνᾶ τούς σέ γεραίροντας.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἀεί φύλαξ ἔσο μοι Μηνᾶ παμμάκαρ
Γερασίμῳ σπεύδοντι τῇ ἀρωγῇ σου.

Ηράκλειο, Καστοριά, Ελευθερούπολη, Σαλαμίνα, Κρύα Βρύση
11 Νοεμβρίου
Tρισάριθμον σύνταγμα τῶν ἀθλητῶν τοῦ Χριστοῦ συμφώνως τιμήσωμεν ὡς καθαιρέτας ἐχθροῦ, Μηνᾶν τὸν ἀοίδημον, Βίκτωρα τὸν γενναῖον καὶ Βικέντιον ἅμα, τούτοις συνευφημοῦντες στεφανίδα τὴν θείαν. Αὐτῶν, Χριστέ, ἱκεσίαις πάντας ἐλέησον.
Μέρος χειρός στή Μονή ὁσ. Ἀθανασίου τοῦ Ἀθωνίτου Μεγάρων.
Ἀποτμήματα στίς Μονές Μεγ. Λαύρας Ἁγίου Ὄρους, Προυσοῦ Εὐρυτανίας καί Παναγίας Ἔβρου καί στόν ὁμώνυμο Μητροπολιτικό Ναό Ἡρακλείου Κρήτης.