Παράκληση εις τον Άγιο Ιωάννη του Σάντα Κρούζ ( ♱1985) σφαγιάστηκε εντός του Ναού από Σατανιστές
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὥσπερ χρυσὸς ἐκλαμπρυνθείς ἐν χωνείᾳ, ἐναπετέθης θησαυροῖς οὐρανίοις, ὦ Ἰωάννη Ἄνδρου ἐγκαλλώπισμα, νῦν ἐπαγαλλόμενος, ἐν προσώπῳ Κυρίου, ὃν ἀρτίως ᾔνεσας, ἰαχαῖς μαρτυρίου· διὸ μὴ παύσῃ Πάτερ δυσωπῶν, ἐλεηθῆναι, τοὺς πόθῳ τιμῶντας σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χάριν Ἰησοῦ, Ἰωάννη δὸς μοι. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν ἀναστάσιμον ὁ πλουτῶν, σταυροῦ ἐν τοῖς πόνοις, τετρωμένος ὡσεὶ ἀμνός, παράσχου μοι Πάτερ Ἰωάννη, ἐξαναστῆναι δεινῆς καταπτώσεως.
Ἀστράψας τῷ κόσμῳ νοῖ Χριστοῦ, καὶ ἱερατεύσας, Ἰωάννη ἐν Σαντᾳ Κρούζ, ἀπάλλαξον τάχει τὸν σὸν δοῦλον, πειρατηρίων ἐχθροῦ τυραννοῦντος με.
Ῥοαῖς σου ναμάτων λειτουργικῶν, παρέχεις καρδίαις, τῆς ἀφέσεως ἱλασμόν· διὸ μου φλογμὸν ἁμαρτημάτων, ὦ Ἰωάννη λιταῖς σου κατάσβεσον.
Θεοτοκίον.
Ἰῶ προσβληθεὶς ἐν φθοροποιῷ, τῆς ἡδυπαθείας, νῦν προσφεύγω σῷ δροσισμῷ, ἐλέους ζητῶν πιεῖν ῥανίδα, ἐκ συμπαθείας πελάγους σου Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεοδώρους ἐμφαίνεις σοὺς στολισμοὺς Ἅγιε, ὡς πεποικιλμένος ἐν δόξῃ, Ἱερομάρτυρος, ἀλλ’ εὐπρέπισον, δυσείμονα μου εἰκόνα, κεχραμένην πταίσμασιν, ἐξ ἀγνωσίας μου.
Χαριτόβρυτος ὤφθης ὡς ἱερὸν σφάγιον, Πάτερ Ἰωάννη τῆς Ἄνδρου, τὸ ἀγαλλίαμα· διό μου ῥάντισον, ἐῤῥυπωμένην καρδίαν, μετανοίας δάκρυσιν, ὡς λευκανθήσωμαι.
Ῥαγδαιότητα πλάνου ἀθλητικῶς ἔτρεψας, φάλαγγας σατάν καταργήσας· ὅθεν μοι δώρησαι, πτωχείᾳ πνεύματος, ἵνα δυνήσωμαι θλάσαι, Ἰωάννη δράκοντος, τὰ παγιδεύματα.
Θεοτοκίον.
Ἰωάννην σὸν μύστην τοῦ Σάντα Κρούζ Δέσποινα, ἔπλησας χαρίτων σου μύροις, τὰ σὰ κηρύττοντα, ξένα θαυμάσια· ὅθεν νόος μου τὸν ῥύπον, ἐννοιῶν ἀντάλλαξον, σῆς καθαρότητος.
Διάσωσον, ἀπὸ σκανδάλων τοῦ ὄφεως Ἰωάννη, τοὺς ἐν πίστει τῇ σκέπῃ σου καταφεύγοντας, καὶ μέλποντας πόθῳ τὴν σὴν θυσίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς χάριν πλουτῶν κλεινοῦ Ἱερομάρτυρος, μετάδος ἡμῖν ἐκ μύρων ἁγιότητος, Νέου Κόσμου καύχημα, καί τῆς Ἄνδρου στοργὴ ἀναστόχητε, ἡμῶν βοώντων ἐξ ὅλης ψυχῆς, παράσχου Ἰωάννη πᾶσιν ἄφεσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σφυρηλάτησιν ἤνεγκας, πόθῳ τοῦ Δεσπότου Πάτερ κατώδυνον, Ἰωάννη φῶς καρδίας μου, τῆς ἐν κατανύξει ἀνυμνούσης σε.
Τὴν Μονὴν ἣν ἠγάπησας, νήσῳ ἐν τῇ Ἀνδρῶ σκέπε προνοίᾳ σου, διαμένουσαν ἀείφωτον, θείου Νικολάου ταῖς ἐντεύξεσι.
Οἱ τῇ θείᾳ εἰκόνι σου, εὐλαβῶς προσπίπτοντες ἁγιάζονται, Ἰωάννη καὶ γὰρ σύμμορφος, τῆς Χριστοῦ εἰκόνος ὤφθης πάθει σου.
Θεοτοκίον.
Ὑμνῳδεῖν οὐκ ἰσχύω Σε, ἣν ὁρᾶν Ἀγγέλων Τάξεις συστέλλονται· διὸ Δέσποινα οἰκτείρισον, τὸν νοῖ σπιλούμενον ἑκάστοτε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμῶν, τὴν ψυχὴν πρὸς μυσταγώγησιν, τῆς κοινωνίας ἀδελφῶν ἐν χαρᾷ, καὶ τῷ συνδέσμῳ Ἰωάννη εἰρηνεύσεως.
Ὤφθης τοῦ δρυμοῦ, σμυρνοφόρον δένδρον Ἅγιε, τοῦ μαρτυρίου σου ἐν σμύρνῃ εὐπνόων, ἱερωσύνης λιβάνῳ τε σὰ χαρίσματα.
Ἄθλοις σου πιστοῖς, νῦν παρέχεις χάριν ἄφθονον, ὁ ἱερεύσας ἐν ἀλύσσει σταυροῦ, τὴν σὴν καρδίαν Ἰωάννη ἐθελόθυτε.
Θεοτοκίον.
Νὺξ με ζοφερά, ἀπογνώσεως κατέλαβε, ἀλλὰ καταύγασον ψυχῆς μου σκιάς, ἡ τὸν Ἥλιον τῆς δόξης ἀποτέξασα.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ναμάτων, ἱλαστικῶς ἐπλήρωσας, Ἰωάννη ὀρθοδόξων καρδίας, διὸ αὐχμῶσαν κακίαις ψυχήν μου, νῦν ἐπιδρόσισον πόθῳ τοῦ Κτίσαντος, αὐτὸν κατέχειν τῷ νοῖ, πάσῃ ὥρᾳ στιγμῇ καὶ ἡμέρᾳ τε.
Νεκρώσας, τῶν αἰθιόπων φάλαγγα, μυριόλεκτον εὐτόξῳ ἀνδρείᾳ, νενεκρωμένην ψυχήν μου ἐκ τάφου, τῇ ζωηρᾷ σου πρεσβείᾳ ἐξέγειρον, λίθον κυλήσας τῶν παθῶν, Ἰωάννη καθάπερ ἐδίδασκες.
Ἡ Ἀνδρός, νῦν ἐξαστράπτει πέρασιν, ἐκ τῆς δόξης σῶν λαμπρῶν παλαισμάτων, πλέον δὲ χαίρει Μονὴ Ἱεράρχου, τοῦ Νικολάου προστάτην σε ἔχουσα, αἷς χάριτας παρὰ Θεοῦ, Ἰωάννη ἐξαίτει καὶ ἔλεος.
Θεοτοκίον.
Δυσῶδες, ἐμοῦ χιτώνιον Μῆτερ, ἀποδύσασα παθῶν εἰδεχθείας, ἡ καλλονὴ Ἰακώβ ἣν ἠράσθης, Λόγος Θεοῦ ὡς καλὴν τε καὶ ἄμωμον, ἐν κάλλει σου ὑπερφυεῖ, τὴν καρδίαν μου καλλῦνον δέομαι.
Διάσωσον, ἀπὸ σκανδάλων τοῦ ὄφεως Ἰωάννη, τοὺς ἐν πίστει τῇ σκέπῃ σου καταφεύγοντας, καὶ μέλποντας πόθῳ τὴν σὴν θυσίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱερωσύνης ἐκλάμπων τῇ χάριτι, καὶ Νεομάρτυρος δόξῃ κοσμούμενος, δεινῶν πειρασμῶν τε καὶ θλίψεων, καὶ ὀδυνῶν ἀνωτέρους ἀνάδειξον, τοὺς σὲ Ἰωάννη δοξάζοντας.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δίκαιος ὡς φοίνιξ ανθίσει καί ὤσει κέδρος ἡ ἐν τῷ λιβάνῳ πλυνθηθυσεται.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιβ’ 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σθένει ἱερούργησας, τὸ Εὐαγγέλιον Πάτερ, καὶ βασάνων ἄκμονι, ὤφθης ὡραιότατον Χριστοῦ ἄγαλμα, ὡς σφυρῶν μώλωψι, καθωραϊσμένος, Ἰωάννη ἀξιάγαστε· ὅθεν ἐν στέμματι, κρίνων τῆς Παρθένου εἰσέδυσας, εἰς Βῆμα ἐπουράνιον, πάντοτε πρεσβεύων πρὸς Κύριον, ἀτρώτους τηρεῖσθαι, δεινῶν μηχανημάτων τοῦ ἐχθροῦ, τοὺς σὲ τιμῶντας ἐκ πίστεως, τὸν ἄρτι ἀθλήσαντα.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὅλος ὤφθης ἀστράπτων, ἐν αὐγαῖς Ἰωάννη σῆς καθαρότητος, τελῶν τὴν λειτουργίαν, διὸ μὲ ταῖς λιταῖς σου, καταξίωσον δέομαι, Χριστῷ λατρεύειν νοῖ, ψυχῇ τε καὶ καρδίᾳ.
Συνεδέθης τῷ Λόγῳ, ἐν σταυροῦ σου ἀλύσσεις Πάτερ θυόμενος, διὸ τῇ σῇ ἀθλήσει, συνδέεις ὀρθοδόξους, ἐκ περάτων πρὸς ὕμνησιν, τῶν σῶν θαυμάτων ἐν οἷς, ἡμᾶς καθαγιάζεις.
Μυριπνόους ὀσμάς σου, ἀναβρύεις τοῖς πίστει σὲ μεγαλύνουσι, σεπταῖς γὰρ ἐμφανείαις, σὴν δόξαν Ἰωάννη, ἀναγγέλλεις πατρίδι σου, ἐν τοῖς σημάντροις ἠχῶν, χαρὰν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅτι κρίνον ὑπάρχεις ὁ ἐν κρίνοις κοσμήσας κοιλάδας πάναγνε, στολὴν ἐκ σοῦ λαμβάνει, ἐκ φύσεως ἐξαίρων, ἀκανθώδους σε Δέσποινα· διὸ με ὄντα γυμνόν, ἐπένδυσον ῥιγῶντα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδοιμι Πάτερ, ὄψιν τὴν σὴν ἀποσπῶσαν, ἐκ δαιμόνων τὴν ταλαίπωρον ψυχήν μου, ὅταν ἀναβαίνῃ, ἐν τρόμῳ πρὸς τὰ ἄνω.
σαῖς ἱκεσίαις, ἀνθίζειν κρίνους μοι ποίει, μαρανθέντας τῷ αὐχμῷ τῆς ῥαθυμίας, ἵνα Ἰωάννη, γεραίρω σου τοὺς ἄθλους.
Ἴασιν δὸς μοι, ἐξ ἀλγηδόνων δεινῶν μου, ὁ ἀγάπῃ τοῦ πλησίον ἐσφαγμένος, ὅπως εὐχαρίστως, σοὶ μέλπω εἰς αἰῶνας.
Θεοτοκίον.
Δάκρυον βλύζεις, πρὸ τοῦ κλεινοῦ μαρτυρίου, σοῦ θεράποντος Παρθένε Ἰωάννου, σπλάγχνοις ἐν μητρῴοις, φιλοῦσα τὰ σὰ τέκνα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ᾨδὰς ἐῤῥυπωμένης, δέξαι ἐκ καρδίας, Ἱερομάρτυς καθαίρων σπιλάδας μου, ὦ Ἰωάννη ἐκ πόθου γὰρ ἀπετόλμησα.
Ῥανίσι σῆς θυσίας, ἡμῖν ἀναβλυστάνεις, ὦ Ἰωάννη δωρήματα ἐνθεᾷ, ἐν Νέῳ Κόσμῳ καὶ Ἀνδρῶ παρέχων χάριτας.
Ἀῤῥήτου κοινωνίας, μετέχεις τοῦ Δεσπότου, διό τῇ τούτου ἑνώσει με σύνδησον, ὁ ἐν ἀλύσσεις σταυροῦ σου δήσας τὰ πέρατα.
Θεοτοκίον.
Σταλάζουσα ἡδῦνον, μέλι σωτηρίας, τῶν σὲ ὑμνούντων Παρθένε τὸν λάρυγγα, καταγλυκαίνεις πικρίαν τοῦ πολεμήτορος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Νέου Κόσμου ὁ φωτισμός, ὁ τῆς Θεοτόκου ἑλκυσάμενος γλυκασμόν, ἐξ εὐώδων κρίνων, ἐν οἷς τὴν κεφαλήν σου, κατέστεψεν ἡ Κόρη, ὡς Νεομάρτυρος.
Ἀρτύος ὠπτημένος ὢν τῷ Θεῷ, πιστοὺς διατρέφεις Νέου Κόσμου ἐν τῷ λιμῷ, τῆς ὀρθοδοξίας, τρυφῇ τῇ ἐδωδίμῳ, παμμάκαρ Ἰωάννη, νέοις ἐν ἔτεσι.
Ὄφεως συνέτριψας κεφαλήν, Χριστὸν ὡς κηρύξας, Ἰωάννη μέχρι σφαγῆς, αὐτοῦ τὴν θυσίαν, τυλῶν τοῖς μέλεσι σου, εἰς Σάντα Κρούζ ἀρτίως· ὅθεν ὑμνοῦμεν σε.
Ἄνδρου ἐθελόθυτον ὡς κριός, παγκόσμιον συνάγεις, ὀρθοδόξων συνασπισμόν, ἐν μυσταγωγίᾳ, θυσίας σου τελείας, Χριστῷ ὦ Ἰωάννη, δοῦναι τὴν αἴνεσιν.
Μονὴν ἣν ἐφίλεις ἀπὸ παιδός, σεπτοῦ Νικολάου, Ἰωάννη κατευλογῶν, ἄφιξιν μηνύεις, ἀμφίων σου ἁγίων, σημάντρων ἁρμονίαις, Πάτερ νεότμητε.
Σπλάγχνοις φιλόστοργος ὑπὲρ ἡμῶν, καπτόμενος Πάτερ, Ἰωάννη τοῦ Σάντα Κρούζ, λύτρωσιν παρέχεις, παθῶν καὶ νοσημάτων, θερμῇ σου ἀντιλήψει, νέμων τὰ κρείττονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Τέθυσαι ὡς ἔλλογος ἀμνός, Λόγῳ τῷ Θεῷ Ἰωάννη, τοῦ Σάντα Κρούζ θαυμαστέ, νέοις ἐν τοῖς ἔτεσι, τὸ Εὐαγγέλιον, γεγραφὼς πορφυρίοις σου, τοῖς ῥεύμασι Πάτερ· ὅθεν σου δεόμεθα, γράψον ἡμῶν ταῖς ψυχαῖς, ὄνομα, τοῦ σοῦ ἐρασθέντος, τῶν ἀπὸ ψυχῆς αἰτουμένων, τὴν σὴν προστασίαν καὶ ἀντίληψιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.