Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
῏Ηχος δ΄. ῾Ο ὑψωθείς.
῾Ο βασταχθεὶς ἐν ταῖς Κυρίου ἀγκάλαις, καὶ ἐν ψυχῇ σου Τοῦτον πάλιν βαστάσας, ᾿Ιγνάτιε μακάριε ἱκέτευε θερμῶς, ὅπως ἐνοικήσῃ μου, τῇ ψυχῇ τῇ ἀθλίᾳ, καὶ παθῶν τοὺς λέοντας, ὡς Ζωὴ θανατώσῃ, καταξιῶν με μοίρας δεξιᾶς, ὦ Θεοφόρε, ἐν ὥρᾳ τῆς Κρίσεως.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, ειμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σου, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Θανάτωσον, ᾿Ιγνάτιε, ψυχῶν ἡμῶν τὰ πάθη.Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Αρματηλάτην Φαραώ.
Θεὸν βαστάσας ἐν ψυχῇ ᾿Ιγνάτιε, καὶ Θεοφόρος κληθείς, πάντας τοὺς τιμῶντας, τὴν ἁγίαν μνήμην σου, Θεὸν κρατεῖν ἀξίωσον, ἐν ψυχῆς ταμιείῳ, ὅπως Παράδεισον εὕρωμεν, ὅνπερ σὺ οἰκεῖς λεοντόβρωτε.
᾿Αντιοχέων ἱεράρχα μέγιστε, καὶ Θεολόγε κλεινέ, τὸν ἡνιοχῆσαι, ἁμαρτίαις θέλοντα, ψυχὰς δεινὸν ἀντίπαλον, σαῖς πρεσβείαις διώξαις, καὶ τὸν Χριστὸν μόνον οἴκησον, ἄρχοντα νοός τε καὶ σώματος.
Νενικηκὼς τοὺς λογισμοὺς ᾿Ιγνάτιε, τοὺς γεννητὰς τῶν παθῶν, ἀπαθὴς ἐγένου, καὶ Χριστοῦ ὀσφράδιον, διὸ παρακαλοῦμέν σε, λεοντόψυχε Πάτερ, νικᾷν ἡμᾶς καταξίωσον, λογισμοὺς Κυρίου χωρίζοντας.
Θεοτοκίον.
῎Αχραντε Μῆτερ ἡ Θεὸν γεννήσασα, ἐν ἡσυχίᾳ νυκτός, ὡς βιβλίοις γράφει, ὁ κλεινὸς ᾿Ιγνάτιος, τὴν ἡσυχίαν σύμβιον, δεομένοις χαρίσαις, ὅπως Χριστοῦ τὰ προστάγματα, ἐν ψυχαῖς ἀγρύπνοις ἀκούωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τί σου πρῶτον θαυμάσω, θεοειδὲς ἄνθρωπε; πᾶσαν ἀρετὴν γὰρ μετῆλθες, ὡς μίαν ἕτεροι, διὸ παράσχου μοι, μικρὰν ἀπόμοιραν πλούτου, πάντιμε ᾿Ιγνάτιε, ὃν ἐθησαύρισας.
῾Ωραιώθη ζωή σου, ἐξ οὗ Χριστὸς ἔλαβεν, σὲ ὡς καθαρώτατον παῖδα, πάτερ ᾿Ιγνάτιε, ὅθεν κραυγάζω σοι· παῖδα ἁπλοῦν τῇ καρδίᾳ, δεῖξον τὸν ὑμνοῦντά σε, καὶ πάνυ ἄδολον.
Στῆθι μέσον ζητούντων, τίς ἐν Θεῷ μέγιστος; καὶ βροντοφωνῶν λέγε Πάτερ· ὅστις ἐπλούτησεν, τὴν καθαρότητα, καὶ ὡς ἑκούσιος δοῦλος, πᾶσι διηκόνησε, διὰ τὸν Κύριον.
Θεοτοκίον.
῾Ορατῶν λύτρωσαί με, καὶ ἀφανῶν Δέσποινα, λύκων τὴν ψυχὴν ἐκζητούντων, κατασπαράξαί μου, καὶ ἀρτιμέλειαν, ἐν ἐνεργείᾳ καὶ λόγῳ, σαῖς πρεσβείαις δώρησαι, ὅπως δοξάζω σε.
Διάσωσον, ἀπὸ κινδύνων ᾿Ιγνάτιε θεοφόρε, τοὺς ἀπὸ ψυχῆς τιμῶντας τὴν μνήμην σου, καὶ ἴασαι, ἐκ παθῶν τῶν ποικίλων.
᾿Επίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Τὸ πῦρ τοῦ Χριστοῦ, ᾿Ιγνάτιε ὑπάναψον, ψυχαῖς τῶν πιστῶς, τιμώντων θείαν μνήμην σου, καὶ παθῶν τὰ φρύγανα, σαῖς πρεσβείαις κατάκαυσον, ὑγιείαν διπλῆν, ἡμῖν Πάτερ χαριζόμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νοῦν μου κάθαρον ῞Αγιε, μνήμῃ τοῦ Δεσπότου ῝Ον ἔσχες πάντοτε, τοῦ νοός σου ἀδολέσχημα, καὶ γλυκαίνοντά σου τὰ νοήματα.
῾Ιερεύσας ἁγνότητι, θυσιαστηρίῳ Χριστοῦ ᾿Ιγνάτιε, διὰ Κύριον ἀξίωσον, πάθη θύειν πάντας τοὺς τιμῶντάς σε.
Γνοὺς Σωτῆρα τὸν Κύριον, τούτῳ πάντα βίον σου ἀφιέρωσας, ῟ῼ ζωήν μου ἀνατίθεσθαι, ἅγιε ᾿Ιγνάτιε παράσχου μοι.
Θεοτοκίον.
Νίκησόν μου ἀμέλειαν, Πάναγνε Παρθένε καὶ τὴν ἐγρήγορσιν, χαρίσαί μοι ὅπως γένωμαι, Βασιλείας μέτοχος Δεσπότου μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
῎Αρον τὰ δεσμά, λεοπάρδων ὦ ᾿Ιγνάτιε, καταδεσμούντων τὴν καρδίαν μου, ἀπανθρώπως, καὶ ψυχῆς πρὸς θάνατον ἀγόντων με.
Τύραννον ὠμόν, καὶ μισόψυχον ἀπόστησον, τὸν καθ᾿ ἑκάστην προσωθοῦντά με, ἁμαρτάνειν, Θεοφόρε πάντιμε ᾿Ιγνάτιε.
῎Ιθυνον ποδῶν, τρίβους Πάτερ διανοίας μου, πρὸς τὸν Δεσπότην δι᾿ ῝Ον ἔδραμες, ἐξ ῾Εῴας, πρὸς θανὴν ὡς ἔλαφος χριστόδιψος.
Θεοτοκίον.
῎Ελεος ῾Αγνή, ἐκζητῶ παρὰ Κυρίου μου, ἀλλὰ μὴ ἔχων τὸ εὐπάρεδρον, Σὲ ὡς μεσῖτιν, τούτῳ ῎Αχραντε προβάλλομαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ψαλτήριον, μελῳδοῦν ᾿Ιγνάτιε, τὴν ἀγάπην τοῦ Χριστοῦ ἐγεγόνεις, ὅθεν ποθῶν, τὸ μαρτύριον θῆρας, σταυρὸν καὶ πῦρ ἐξεζήτεις καὶ θάνατον, ἀξίωσον οὖν καὶ ἡμᾶς, ἀγαπᾶν ἐκ ψυχῆς τὸν Φιλάνθρωπον.
῾Υπήντησας, τῷ Δεσπότῃ ῞Αγιε, καὶ ἐνίδρυσας Αὐτὸν ἐν ψυχῇ σου, διὸ πυρί, συγκραθεὶς τῷ ἀΰλῳ, πῦρ τὸ φιλόϋλον ὅλως ἀπέσβεσας· δεόμεθά σου ἐκτενῶς, τῷ πυρὶ τοῦ Θεοῦ ἡμᾶς πύρωσον.
Χαρίτωσον, τὰς ψυχὰς ᾿Ιγνάτιε, τῶν τιμώντων τὴν ἁγίαν σου μνήμην, ἐν πειρασμοῖς, ἀδοκήτοις καὶ θλίψει, ὑποπιπτούσας ἑκάστοτε ῞Αγιε, χωρὶς γὰρ θείου στηριγμοῦ, αἱ ἰγνύες ἡμῶν καταπίπτουσι.
Θεοτοκίον.
῾Ως εἴρηκας, τῷ ᾿Αγγέλῳ Δέσποινα, γενηθήτω μοι ὡς Κύριος θέλει, οὕτως ἡμᾶς, ἀξιώσαις Παρθένε, τῷ θεϊκῷ ὑποκλίναι θελήματι, καὶ πράττειν τοῦτο ἐκ ψυχῆς, ὡς ζωὴν ἀποφέρον αἰώνιον.
Διάσωσον, ἀπὸ κινδύνων ᾿Ιγνάτιε θεοφόρε, τοὺς ἀπὸ ψυχῆς τιμῶντας τὴν μνήμην σου, καὶ ἴασαι, ἐκ παθῶν τῶν ποικίλων.
῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Φαιδροτάταις αὐγαῖς τοῦ Δεσπότου σου, σκοτασμὸν πλάνης Πάτερ ἐβύθισας, αἵματί σου, ἐπισφραγίσας φίλτρον ζωηρόν, διό, πρέσβευε ὑπὲρ ἡμῶν, ὥστε γενέσθαι μιμητάς, τῆς ἀγάπης σου ῞Αγιε· ὅπως παγίδας πάσας, φύγωμεν ψυχολέθρους, καὶ κληρονόμοι τοῦ Χριστοῦ, ὦ ᾿Ιγνάτιε γενώμεθα.
Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ ᾿Ιωάννην (Κεφ. 10 9-16).
Εἶπεν ὁ Κύριος· ᾿Εγώ εἰμι ἡ θύρα. Δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. ῾Ο κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. ᾿Εγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ᾿Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ῾Ο ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. ῾Ο μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ῾Ο δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλλει αὐτῷ περὶ τῶν προβάτων. ᾿Εγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ ῾Ιεράρχου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…
καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
῞Ολην συνεκέρασας, τὴν σὴν ζωὴν τῷ Δεσπότη, ἅγιε ᾿Ιγνάτιε, ἐκ παιδὸς καὶ γέγονας, θεῖον σκήνωμα, πάσας τὰς ἐννοίας σου, καὶ τὰς ἐνεργείας, Τούτῳ μόνῳ καθυπέταξας, διὸ καὶ γέγονας, Θεοφόρος κλήσει καὶ πράγματι, ὅθεν ὡς σῖτος τίμιος, λέουσιν ἠλέσθης καὶ δέδειξαι, ἄρτος ζωηφόρος, πιστοὺς στηρίζων Πάτερ ἐν Χριστῷ, καὶ χορηγῶν ἱκεσίαις σου, οὐρανοῦ τὴν οἴκησιν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Νίκην νικήσας τὴν ὑψίστην, νίκην χάρισαι, ἡμῖν κατ᾿ ἐναντίων, ἐξωθούντων Θεόν, ἀρνήσασθαι τῷ βίῳ, καὶ θῦσαι κτίσει ῞Αγιε, ἤ Αὐτῷ ὥσπερ ἐμπρέπει.
῎Ηχθης ἐνώπιον τυράννου, καὶ θεότητα, ἐκήρυξας Δεσπότου, ἐμπλησθεὶς θαυμαστῶς, Πνεύματος Παναγίου, ὃ καὶ ἡμῖν ᾿Ιγνάτιε, ἱκεσίαις σου δωρήσαις.
Μνήσθητι πάντων δεσμουμένων, ὦ ᾿Ιγνάτιε, δεσμοῖς τοῦ μισοψύχου, καὶ κλοιοὺς ὡς ἱστόν, διάῤῥηξον ἀράχνης, ὅπως ἀέρα πνεύσωσι, τῆς Χριστοῦ ἐλευθερίας.
Θεοτοκίον.
῞Ωρα ἐγγίζει ἡ ἐσχάτη, καὶ μετάνοιαν, οὐκ ἔχω Θεοτόκε, δι᾿ἧς μόνον Χριστοῦ, ἀνοίγεται ἡ πύλη, ὅθεν ταύτην παράσχου μοι, ὡς φιλότεκνός μου Μήτηρ.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Νύσσαν φθάσας τῆς θείας βασιλείας, τῶν τιμώντων σε, ᾿Ιγνάτιε μνησθείης, κοινωνοὺς ἀγαθῶν, δεικνὺς ἐπουρανίων, ὧν ἀπολαύεις ῞Αγιε, συνεδρεύων τῷ Δεσπότῃ.
Τῶν ἀΰλων Δυνάμεων διδάσκεις, τὴν κατάστασιν, πιστοῖς ὦ Θεοφόρε, ἃς ἡμῶν βοηθούς, κατάστησον εὐχαῖς σου, ὅπως ἐχθροῦ ὑψώματα, καταβάλλωμεν ἐνθέως.
῏Ανερ θεῖε χριστόθυτε σὸν αἷμα, πρὸς τὸν Κύριον, βοᾷ ἀδιαλείπτως, ὑπὲρ πάντων πιστῶν, τιμώντων τὴν σὴν μνήμην, οἷς δώρησαι τὴν ἄφεσιν, παραπτώσεων ποικίλων.
Θεοτοκίον.
Πίπτω Κόρη ὡς πετεινὸν ἐκ βέλους, τὰ θελήματα, ποιῶν τοῦ ἀντιδίκου, ὃν μισῆσαι ποτέ, ἐξ ὅλης μου καρδίας, καταξιώσαις Δέσποινα, ἡ ἐλπὶς ἀπηλπισμένων.
ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
᾿Αγάπης τοῦ Δεσπότου θῦμα φανείς, ἐκ παιδὸς Θεοφόρε ᾿Ιγνάτιε, ταύτην ἡμῖν, δίδου ἐν καρδίαις ἀειφλεγῆ, δι᾿ ἧς καὶ δυνησόμεθα, πάθη κατεφλέξαι τὰ χαλεπά, καὶ θείαν ἀμαυροῦντα, ψυχῶν ἡμῶν εἰκόνα, ἣν ὁ Χριστὸς σφόδρα ἠγάπησεν.
Θεοῦ τὸν ῎Αρτον θύων ἀρχιερεῦ, ἄρτος θεῖος ἐψήθης ᾿Ιγνάτιε, ὑπὸ θηρῶν, ἐν τῷ Κολοσσαίῳ καταλεσθείς, καὶ παρετέθης ἔδεσμα, πᾶσι φιλομάρτυσι ποθητόν, οὓς φύλαττε παμμάκαρ, πτωμάτων αἰφνιδίων, καὶ ἄρτους δεῖξον χριστοέψητους.
῾Η ἔνχριστος καρδία σου μαρτυρεῖ, τὸ σφοδρὸν σῆς ἀγάπης ᾿Ιγνάτιε, ὅτι χρυσοῖς, γράμμασιν ἐγράφη τὸ ᾿Ιησοῦς, τὸ ποθητόν σοι ῎Ονομα, ὡς διαπεπίστευται θαυμαστῶς, μετὰ τὴν ἄθλησίν σου, ὅθεν ἡμῶν καρδίαις, τοῦτο ἐγγράψαις χριστοέραστε.
Θεοτοκίον.
῾Απλώσαις τὴν σὴν σκέπην ὡς ᾿Αγαθή, χριστωνύμοις Πανάχραντε Δέσποινα, καὶ δροσισμόν, τῶν ἱκεσιῶν σου τῶν μητρικῶν, παράσχοις καταφεύγουσιν, ὑπὸ τῶν πτερύγων σου τὴν σκιάν, καὶ ποῦ ἑτέραν Κόρη, εὕρωμεν προστασίαν, οἱ τὸν Δεσπότην παροργίζοντες.
Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέρα τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
῞Υδωρ τὸ ἁλλόμενον εἰς ζωήν, ᾿Ιγνάτιε πάτερ, θησαυρίσας ἐν τῇ ψυχῇ, ἔσπευσας τεθνᾶναι, ὑπὸ θηρῶν ἀγρίων, διὸ τὴν μακαρίαν, ζωὴν ἐτρύγησας.
῞Ωσπερ ἀπειρόκακος πάτερ παῖς, παρὰ τοῦ Δεσπότου, ἠγκαλίσθης καὶ παρ᾿ Αὐτοῦ, δῶρον τὴν ἀγάπην, καὶ τὴν θεολογίαν, ἐπλούτησας ἐνθέως, θεῖε ᾿Ιγνάτιε.
῎Αρτον ἀγαπήσας τὸν μυστικόν, ἤδη Τοῦτον τρώγεις, ἐν τῷ Δείπνῳ ἄνω Σιών, ῞Ονπερ δίδου Πάτερ, τοῖς πόθῳ ἐκζητοῦσι, ἐκ σοῦ ζωοτροφίαν, τὴν ἐπουράνιον.
Χαίροις Θεοφόρε μάρτυς Χριστοῦ, καὶ μὴ παύσῃ Τούτῳ, ἱκετεύων ὑπὲρ ἡμῶν, ὅπως κατακαύσῃ, παθῶν αἰσχρῶν ἀκάνθας, καὶ βίον μεταλλάξῃ, πρὸς τὸ θειότερον.
Σὸν ναὸν ᾿Ιγνάτιε ἱερόν, δεῖξον ἰατρεῖον, νοσημάτων παντοειδῶν, τὸν Χριστὸν παρέχων, ὡς φάρμακον σοῖς δούλοις, τὸν τὴν ζωὴν διδόντα, τὴν ἐπουράνιον.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
῞Οταν ὁ ἀντίδικος ἐχθρός, βάλλῃ καθ᾿ ἡμῶν λεοντίως, πάτερ ᾿Ιγνάτιε, τότε σὺ παράστηθι, παρακαλῶν τὰς ψυχάς, καὶ τὴν νίκην δωρούμενος, τοῖς πόθῳ τιμῶσι, σὰ σεπτὰ παλαίσματα, διὰ τὸν Κύριον, ῞Ονπερ καὶ ἡμᾶς ἀξιώσαις, ἐν τοῖς στέρνοις ἔχειν ἀεί που, θεῖον θησαυρὸν καὶ ἀξιέραστον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Λέοντας Χριστοῦ πυρπνόους δείξαις ὅσοι,
σήν, χρίσταθλ᾿Ιγνάτιε, μνήμην τιμῶσι.

20 Δεκεμβρίου
Θείῳ ἔρωτι ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος χερσὶν ἀχράντοις θεοφόρος ἀνεδείχθης, Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Η Κάρα του Αγίου βρίσκεται στη Μητρόπολη Βεροίας.
Αποτμήματα του Ιερού Λειψάνου του Αγίου βρίσκονται στις Μονές Μεγ. Λαύρας Αγίου Όρους, Βαρνάκοβας Ναυπακτίας και Νταού Πεντέλης