Παράκληση εἰς τὴν Παναγία Ἐκατονταπυλιανή
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ εξής·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ παμμεγέθει καὶ παγκάλῳ Ναῷ σου, ἐν νήσῳ Πάρῳ εὐλαβῶς προσιόντες, καὶ πίστει ἀσπαζόμενοι εἰκόνα τὴν σήν, πέλουσαν ἰάσεων, Θεοτόκε ταμεῖον, καὶ θαυμάτων πέλαγος ἐκ μυχίων βοῶμεν, ψυχῆς Ἕκατονταπυλιανή, σῶν δούλων ἴσθι, ἀκέστωρ καὶ πρόμᾶχος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Ἁγνῆς Ἑκατονταπυλιανῆς ἱκετηρία. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Άγνὴ Ἑκατονταπυλιανή, ὡράϊσμα Πάρου καὶ διάκοσμε ἱερέ, ἁπάσης Ἑλλάδος σοὺς οἰκέτας, ἁγνοὺς ψυχῇ τε καὶ σώματι φύλαττε.
Γηθόμενοι σπεύδομεν σὴν μορφὴν, σεμνῶς προσκυνῆσαι, Ἑκατονταπυλιανή, τὴν βλύζουσαν ἅπασιν ἀφθόνως, ἄμφω ἰσχύος καὶ ῥώσεως νάματα.
Ναόν σοι ἐδόμησεν εὐπρεπῆ ἡ θεία Ἑλένη, Ἕκατονταπυλιανή, ᾧ νῦν προσπελάζοντες τρυφῶμεν, τῶν δωρημάτων τῆς θείας σοὺ χάριτος.
Ἡ Πάρος καυχᾶται σῇ ἀρωγῇ, καὶ σῇ ἀντιλήψει, Ἑκατονταπυλιανή, Ἑλλὰς ἡ φιλόθεος βοῶσα· Χαῖρε ἐχθρῶν Θεοτόκε ὀλέτειρα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίαν ἐξαίτει τοῖς σὲ θερμῶς σπεύδουσι και ναυτιλλομένοις σὴν κλῆσιν πόθῳ προφέρουσι, Παρίων θεῖε φρουρὲ καὶ φύλαξ νήσων Κυκλάδων, Μῆτερ ἀειπάρθενε, Θεογεννήτρια.
Εὐσυμπάθητε Μῆτερ, τὸ σὸν λαμπρὸν ἔκτυπον, ὅπὲρ νῆσος Πάρος κατέχει, ὄλβον ὡς ἄσυλον νῦν προσκυνοῦντες πιστῶς, χαρᾶς πληρούμεθα θείας, καὶ ὕμνολογοῦντές σε ἁγιαζόμεθα.
Καῦσον ὥσπερ καλάμην σῶν οἰκετῶν, Δέσποινα, φρύγανα καὶ χόρτον τὰ πάθη, Πάρου διάκοσμε, καὶ τὰς αὐχμώσας ψυχάς, Θεοκυῆτορ Παρθένε, δρόσισον τοῖς νάμασι τῆς προστασίας σου.
Ἀειπάρθενε Μῆτερ, τὸ σὸν σεπτὸν ἔκτυπον, ἐν τῇ νήσῳ Πάρῳ ἐκθύμως, κατασπαζόμενοι ἀναβοῶμεν πιστῶς, Ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν μακαριζόντων σὲ, Τόκον τὸν θεῖόν σου.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων καὶ παγίδῶν, Ἑκατονταπυλιανή, τοῦ πλάνου σοὺς πρόσφυγας, Παρίων ἀκέστορ καὶ ἀντιλῆπτορ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μὴ παύσῃ ἀεὶ θεόθεν ἐποπτεύουσα τοὺς σὲ ἀκλινῶς ὑμνοῦντας, Μητροπάρθενε, καὶ σεπτὴν εἰκόνα σου προσκυνοῦντας, πᾶσι τὴν βλύζουσαν ἡμῖν, Ἕκατονταπυλιανή, ἰάσεων νάματα πολύῤῥυτα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῶν Παρίων καλλώπισμα, σκέπε, περιφρούρει καὶ διαφύλαττε, σὴν μορφὴν τὴν χαριτόβρυτον, τοὺς ἀσπαζομένους, μητροπάρθενε.
Ὁδοδείκτης ἀλάνθαστος τῶν Παρίων πέλεις πρὸς βίον κρείττονα, ἧ πρὸς θέωσιν ἰθύνασα, Θεοκτίστην Μῆτερ, τὴν ἀσκήτριαν.
Νῦν προστάτις καὶ πρόμαχος πέλουσα ναυτίλων Θεογεννήτρια, πρὸς πανεύδιον κυβέρνησον, ὅρμον κλῆσιν θείαν σοὺ προφέροντας.
Τὴν σκοτίαν ἀπέλασον τῶν ἀγνοημάτων τῶν ἀνυμνούντων σε, ὡς Παρίων θείαν ἔφορον, πολιοῦχον φύλακα καὶ πρόμαχον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγνισον τὸν νοῦν, τῶν ἐν Πάρῳ προσκυνούντων σοὺ, τὴν μορφήν Ἑκατονταπυλιανή, ῥεῖθρα πᾶσι, τὴν ἐκβλύζουσαν ἰάσεων.
Παῦσον τῶν παθῶν, τὰς ὁρμὰς τῶν προσιόντων σοι, εὐλαβῶς Ἑκατονταπυλιανή, προσβολῶν δολίου, δράκοντος ὀλέτειρα.
Ὕγμνοις καὶ ὠδαῖς καταστέφοντές σε πάντοτε, οἱ πιστοί Ἑκατονταπυλιανή, ἀσπαζόμεθα, μορφὴν σὴν χαριτόβρυτον.
Λῦσον τὴν ἀχλὺν, τῶν στενῴσεων καὶ θλίψεων, τῶν θερμῶς Ἑκατονταπυλιανή, ἀρωγὴν, ἐκδεχομένων σοὺ τὴν ἄγρυπνον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκάνωσον, σοὺς οἰκέτας φρύαγμα, τοῦ ἀρχαίου μισοκάλου συντρίψαι, τοὺς προσιόντας Ναῷ σοὺ ἐν Πάρῷ, τῷ παμμεγέθει Ἑλένη ἡ ἄνασσα, Ἑκατονταπυλιανή, χάριτί σοὺ σεπτῇ ὃν ὀδόμησεν.
Ἀξίωσον ἀνελθεῖν τὴν κλίμακα ἀρετῶν τοὺς εὐλαβῶς προσκυνοῦντας, ἐν νήσῳ Πάρῳ μορφήν σου τὴν θείαν, τὴν ἀναβλύζουσαν πᾶσιν ἰάματα, Ἕκατονταπυλιανή, ποταμὸς ὡς θαυμάτων ἀκένωτος.
Νῦν ἅπαντες, οἱ τὴν θείαν χάριν σου, ἐκζητοῦντες καὶ θερμὴν προστασίαν, πιστῶς βοῶμεν· Γενοῦ ἀντιλήπτωρ καὶ ἀρωγὸς ταχινὴ τῶν ἐν ἄσμασιν, Ἕκατονταπυλιανή, ἀνυμνούντων σὴν ἄμετρον εὔνοιαν.
Ἡ πάνσεπτος, σῆς μορφῆς Μητρόθεε, ἀποτύπωσις ὡς θεία νεφέλη, ὀμβρίζει ἄμφω ὑγίειαν πᾶσι, τοῖς προσκυνοῦσιν αὐτὴν μετὰ πίστεως, Ἕκατονταπυλίανή, τῶν Παρίων ἀνύστακτε πρόμαχε.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων καὶ παγίδῶν, Ἑκατονταπυλιανή, τοῦ πλάνου σοὺς πρόσφυγας, Παρίων ἀκέστορ καὶ ἀντιλῆπτορ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἰτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀπλανὴς χριστωνύμων ἰθύντειρα, πρὸς γαλῃνὸν ὅρμον πάντας κυβέρνησον, τοὺς πονουμένους ἐν ίου τοῖς κλύδωσι, καταφυγὴ τῶν Παρίων θεόσδοτε, καὶ τηλαυγὲς ναυτικῶν φάρε, Δέσποινα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σοὺ ἐν πάσῃ γενεᾷ
καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σοὺ λιτανεύσουσιν οἱ πλού-
σιοι τοῦ λαοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αυτής˙ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί είπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί ˙ ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.
Δόξα.
Πάρου πολιούχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέ.
γα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπη καὶ ἀντίληψις καὶ ταχινὴ προστασία, νήσοῦ Πάρου πέλουσα, σκέπε καὶ διάσῳζε τοὺς προστρέχοντας, εὐλαβῶς Δέσποινα, τῷ σεπτῷ Ναῷ σοὺ, προσκυνῆσαι τὴν εἰκόνα σου, τὴν χαριτόβρυτον, Μῆτερ τοῦ Θεοῦ ἀειπάρθενε, ἡ πάντας τοὺς οἰκέτας σου, ῥυομένη πόνων κακώσεων, θλίψεων καὶ ἄχθους, Ἕκατονταπυλιανή, παναλγεινῶν περιστάσεων, νόσων καὶ στενώσεως.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συμπαθείας σου ῥεῖθρα, ἀναβλύζει εἰκών σοὺ, ἡ χαριτόβρυτος, ἀγάπης ὡς χειμάῤῥους, αὐτὴν τοῖς προσκυνοῦσιν, εὐλαβῶς Μητροπάρθενε, ὦ Καταπολιανή,
Παρίων ἀντιλῆπτορ.
Ἵεράν σου εἰκόνα, ἐν Ναῷ σοὺ παγκάλῳ, κατασπαζόμενοι, πανευλαβῶς βοῶμεν· Χαμαιζηλίας ζόφον, ἀποδίωξον τάχιστα, φῶς Καταπολιανή, ἒν σκότει καθευδόντων.
Καταπράῦνον πάθη, τῶν πιστῶν σου προσφύγων, θυμὸν ἐκδίωξον, τῆς ἐμπαθείας νέφη, διάλυσον καὶ ἄλγη, τῶν σῶν δούλων θεράπευσον, νῦν Καταπολιανή,
θερμῶς σοὺ δεομένων.
Ἐλεήμονος Λόγου, τοῦ Ὑψίστου Παρθένε, Μῆτερ φιλόστοργε, ταξιδευόντων ἴσθι, πλεόντων ἱπταμένῶν, καὶ πιστῶν φύλαξ ἄγρυπνος, ὦ Καταπολιανή, τοῦ βίου ὁδοιπόρων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐν τῇ Πάρῳ, οἰκοῦντας ῥῦσαι κινδύνων, τὴν εἰκόνα σου ἀσπαζομένους, εὐλαβῶς Παρθένε, Κυρία Θεοτόκε.
Ἡ ἐν ταῖς δίναις, τῶν ναυτικῶν κυβερνῆτις, Θεοτόκε ὁδήγησον πάντας, εὔδιον πρὸς ὅρμον, τοὺς μεγαλύνοντάς σε.
Ῥεόντων πάντων, σοὺς δούλους δεῖξον Παρθένε, ὑπερόπτας τοὺς σὰ ἀνυμνοῦντας, καὶ ἀσπαζομένους, μορφήν σοὺ τὴν ἁγίαν.
Ἱκάνωσόν, με πατῆσαι πλάνου, ἐνέδρας τὸν προστρέχοντα σῇ προστασίᾳ, Μῆτερ τοῦ Ὑψίστου, ὕπερευλογημένῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγλάϊσμα Παρίων, Κεχαριτωμένη, τὸν σὸν εὖΐλατον Τόκον ἱλέωσαι, σὺν Θεοκτίστῃ ὁσίᾳ τοῖς ἀνυμνοῦσί σε.
Χαρίτωσον σοὺς δούλους, τοὺς ἀσπαζομένους, ἐν νήσῳ Πάρῳ τὴν θείαν εἰκόνα σου, τὴν χαριτόβρυτον ὄντως, Μῆτερ ἀνύμφευτε.
Μετὰ τῶν Κολλυβάδων, θεαυγῶν ὁσίων, τῶν σκηνωσάντων ἐν Πάρῳ ἱκέτευε, τὸν σὸν Υἱὸν καὶ Δεσπότῆν, Θεογεννήτρια.
Μὴ παύσῃ δυσωποῦσα, σὸν Υἱόν Παρθένε, ὑπὲρ Παρίων καὶ πάντων ἐν θλίψεσι, καταφευγόντων σῇ σκέπῃ καὶ θείᾳ χάριτι.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς, ἐν τῇ νήσῳ Πάρῳ, Ἑκατονταπυλιανῆς, τὴν σεπτὴν εἰκόνα, τὴν βλύζουσαν ἀφθόνως, ἰάτειρα ὡς θεία πᾶσιν ἰάματα.
Χαίροις Ἑκατονταπυλιανή, Πάρου ἀντιλήπτωρ, καὶ προστάτις καὶ ἀρωγός, Χαίροις Θεοτόκε, πασῶν Κυκλάδων νήσων, διάκοσμος καὶ κλέος καὶ ἀγαλλίαμα.
Σκέπη καὶ προστάτις καὶ ἀρωγὸς, πέλεις τῶν Παρίων, Ἑκατονταπυλιανή, καὶ θερμὴ ἀκέστωρ τῶν σοὶ καταφευγόντων, ἐν πάσαις βίου ζάλαις καὶ περιστάσεσι.
Σὺν τῇ Θεοκτίστῃ τῇ θεαυγεῖ, τῇ ἐνασκησάσῃ, Ἔκατονταπυλιανή, ἐν σῷ παμμεγέθει Ναῷ ἐν νήσῳ Πάρῷ, ὑπὲρ ἡμῶν δυσώπει Τόκον τὸν θεῖόν σου.
Σκέπε καὶ προστάτευε ἀκλινῶς, τοὺς ἐμπεριστάτους, Ἑκατονταπυλιανή, τοὺς χειμαζομένους, ἀλγοῦντας κατωδύνως, καὶ ἐν πελάγου μέσῳ τοὺς θαλαττεύοντας.
Ἱθυνον πρὸς ὅρμον Μῆτερ Θεοῦ, γαληνὸν σοὺς δούλους, Ἑκατονταπυλιανή, τοὺς ἐν τῷ πελάγει προφέροντας σὴν κλῆσιν, καὶ πίστει αἰτουμένους σοῦ τὴν ἀντίληψιν.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοτόκε Παρθένε, τῆς Πάρου σέμνωμα, τοῖς προσιοῦσιν ἐν πίστει, σῷ παμμεγέθει Ναῷ, καὶ παγκάλῳ προσκυνῆσαι τὴν εἰκόνα σου, Ἑκατονταπυλιανή, τὴν βλυστάνουσαν ἀεὶ, ἰάσεων θεῖα ῥεῖθρα, ἄνοιξον πύλας εἰρήνης, ἄμφω ἰσχύος καὶ δυνάμεως.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, σοῦ τῶ πανιέρῷ ἐν Πάρῳ, καὶ περιλάμπρῳ Ναῷ, προσκυνῆσαι ἔκτυπον σῆς θείας χάριτος, καθαγίαζε πάντοτε, εὐλόγεισυντήρει, ἀσινεῖς τοῦ δράκοντος καὶ ῥύου θλίψεων, ἵνα ὁλοθύμως ὑμνῶμεν, σοῦ τὴν ἀρωγὴν τὴν ταχεῖαν, καὶ τὴν προστασίαν τὴν ἀέναον.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.