Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶ μαρτυρίω σου ὀσία στεφθεῖσα, αἰμάτων ρείθροις σου σεπτή φοινιχθεῖσα, τῶ Βασιλεῖ παρίστασαι ὠς ἄμωμος ἀμνάς, καί κατατρυφῶσα νῦν οὐρανίων θαλάμων, ἐφελκύεις ἄπαντας, εἴς ὄμοιους σου ἄθλους, καί μεσιτεύεις νῦν υπέρ ἠμῶν τῶν ἐκτελούντων τήν πάντιμον μνήμην σου.
Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ἀρχόμεθα τοῦ κανόνος
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δεΰτε ἰκετεύσωμεν οί πιστοί, Φιλοθέην ὀσίαν, τήν προστάτιν τῶν Ἀθηνῶν, είρήνευσον μῆτερ τήν ζωήν ἠμῶν, ταῖς πρός Θεόν θερμαῖς ἰκεσίαις σου.
Παθῶν ὀλέθριων τοῦ δυσμενοῦς, ἀπάλλαξον, Μῆτερ, τούς σούς δούλους τούς ταπεινούς, καί ρῶσιν ψυχῶν τε καί σωμάτων, ταῖς σαῖς πρεσβείαις τοῖς πᾶσι δώρησαι.
Γενναίω φρονήματι, ὤ σεμνή, ἐδίξαξας πάντας, τῶν τοῦ βίου καταφρονεῖν, καί τάς ἐζοφωμένας διανοίας, ταῖς ἀρεταῖς σσυ καταύγασον, δέομαι.
Θεοτοκίον.
Δέσποινα, τό σῶμα καί τήν ψυχήν τήν έσκοτισμένην τῶ φωτί σου καταπλουτεῖς• ἐκ παντός κινδύνου ρῦσαι πάντας, της Φιλοθέης ταῖς θείαις δεήσεσι.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ὠς καλόν και φιλόθεον, ὀσιακόν σέμνωμα, καί μοναζουςῶν ὐπερτέρα, καί ἐνδιαίτημα, πρὸς τα σκηνώματα τῶν ουρανῶν μετετέθης, εἴς ζωήν την ἄληκτον, καί πανευφρόσυνον.
Μοναστῶν ἐγκαλλώπισμα καί κλέος πανάριστον δόξα Ἐκκλησίας ὐπάρχεις, ἀγγέλων σύσκηνος, σύ γάρ ἐλάμπρυνας τῶν Ἀθηναίων την πόλιν, τῶ μαρτυρικῶ σου στέφει, ἀξιάγαστε.
Ἀνεδείχθης τοῦ Πνεύματος περικαλλές σκήνωμα* σε κατοικητηριον ἔσχε, ή Παναγία Τριάς* διό καί ἤθλησας, καί τῶν τερπνῶν ἠξιώθης, νῦν ἀγαλλομένη εἰς τά οὐράνια.
Θεοτοκίον.
Τους ἐν θλίψεσιν ὄντας διάσωσον, Δέσποινα, καί τούς πειρασμοῖς κλονουμένους
πάντας ἀπάλλαξον, ταῖς ἰκεσίαις σου καί μεσιτείαις, Παρθένε, ὠς ἀγνή ὐπάρχουσα Θεομακάριστε.
Διάσωσον ὀσιομάρτυς, σοὺς δούλους, καί περιφρούρει, ἀπό λύπης καί συμφορῶν• εἰς σέ καταφεύγομεν, ὠς ἔχουσαν ἐκτενή παρρησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Πεινώντων τροφός ἐδείχθης πανόλβιε• τον πλοῦτον, σοφή, ἐσκόρπισας, ἔδωκας, ἀσκητικῶς βιώσασα• Φιλοθέη ἔνδοξε, πλούτισον καί ἐκ πενίας λύτρωσαι ἠμᾶς, καί σῶσον, ταχέως μεσιτεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀρφανῶν πάντων γέγονας μήτηρ καί τροφός καί καταφύγιον, καί προς ὄρμον καθωδήγησας, τούς εἰς σε προστρέχοντας, πανεύφημε.
Θεραπεία νοσούντων ἐδείχθης καί λιμήν πάντων εὔδιος, καί τυράννους σύ κατήσχυνας, ἀνδρικῶ νευρουμένη φρονήματι.
Ἐξ ἐχθρῶν τῶν μισούντων την σην πόλιν φύλαττε ἀπαράτρωτον, καί ἀνάδειξον πανίσχυρον, Φιλοθέη μάρτυς τρισμακάριε.
Θεοτοκίον.
Σέ λιμένα καί τείχος, καί καταφυγήν ἀρραγή κεκτήμεθα, τάς ψυχάς ἠμῶν εἰρήνευσον, καὶ παθῶν δεινών ἠμᾶς ἀπάλλαξον.
ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Φώτισον ἠμῶν τάς καρδίας καὶ ἐνίσχυσον, τῆν σῆν βοήθειαν διδοῦσα σεμνή, χαριτόβρυτε, πηγή πανευφρόσυνε.
Λάμπρυνον τὸν νοῦν μοναστῶν σου καὶ ἐγκαίνισον, τη πρὸς Θεόν θερμή μεσιτεία σου, συ γάρ ὐπάρχεις συμπαθής και ευίλατος.
Θεοτοκίον.
Ὀδήγησον, ἀγνή, εἰς λιμένα εὐσπλαγχνίας σου τάς ψυχάς ἠμῶν, καὶ περιφροὐρησον,
Καὶ την ὐγείαν τοῖς νοσοῦσι δώρησαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τῶν κάτω κατεφρόνησας καὶ ὔψωσας εὐατην πτερώσασα πρὸς ἄνω, καί τῶν πληγῶν ἀφελοῦσα τό κέντρον, τά λυπηρά εἰς δόξαν μετήλλαξας, καί ἄδεις ἐν οὔρανοις, τον ποθούμενον πάντοτε βλἐπουσα.
Ἀντίληψις τῶν ἐν λύπαις πάνσεμνε, καὶ ἀδικουμένων ὤφθης προστάτις, τῶν πρὸς τῆν σῆν προστρεχόντων πρεσβείαν, ἀῤυομένων γλυκεῖάν σου μέθεξιν, καὶ πάντων τῶν ἐν συμφοραῖςσυμπαθής καὶ βεβαία ὀχύρωσις.
Φρουρόν σε, και θερμόν προπύργιον, τῶν Ἀθηναίων εΰρε σε ἠ πόλις* τοῖς σοῖς λειψάνοις προστρέχει τοῖς θείοις, καί δαψιλῶς λαμβάνει τάς χάριτας, διάσωσον ἐκ των δεινῶν Φιλοθέη μαρτύρων ἀγλάισμα.
Θεοτοκίον.
Λιμένα σε, Παναγία, ἔχομεν, καί μεσίτριαν καί σκέπην, καί τεῖχος τῶν ἐναντίων ἐνέδρας συνθλάζεις, καί τάς καρδίας κουφίζεις, Πανάχραντε, καί διασώζεις ἄπαντας δεινῶν, Φιλοθέης ταῖς θείαις δεήσεσι.
Άπάλλαξον, ἀπό θλίψεων, τούς ἰκέτας σου, Φιλοθέη* καί πρέσβευε ὐπέρ ἠμῶν πρὸς Χριστόν τὸν Φιλάνθρωπον, ὠς ἔχουσα πρὸς Θεόν παρρησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Αγάπης πηγή ἐδείχθης ἀκένωτος, Φιλοθέη σεμνή, αιχμαλώτων ἠ λύτρωσις, ἰκετεύουσα μη παύση ὐπέρ σῶν ἰκετῶν, άλλά ἴθυνον ὠς ἀγαθή, καί πρός λιμένα γαληνόν, τούς εΰλαβῶς προσκυνοῦντάς σε. Λύτρωσαι τῶν κινδύνων, καὶ σῶσον ἐκ τῶν μισούντων, ἠ τῶν μαρτύρων καλλονή, καί τῶν ἀγγέλων ὀμόσκηνε.
Προκείμενον.
Υπομένω ὐπέμεινα τόν Κύριον καί προσέσχε μοι, καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-21).
Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ μαθηταῖς• Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
Δόξα.
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂλη ἀπαστράψασα, τῆ τῆς ψυχῆς φωταυγεία, Φιλοθέη πάντιμε, σκεύος ὤραιότατον, καί μυρίπνοον, ὄρος γάρ κατάσκιον• έξυμνεῖν οὐ δύναμαι τά πολλά σου κατορθώματα, καί οΰς ὐπέμεινας ὐπέρ τῆς Χριστοῦ ἀγαπήσεως, πόνους τῆς ἀσκήσεως καί τοῦ μαρτυρίου τῆν ἄθλησιν. μήτηρ σΰ παρθένων, τροφός τῶν ὀρφανῶν καί των χηρῶν, ἐν τῶ χειμώνι ἐξήνθησας, άνθος εΰωδέστατον.
Σῶσον ὸ Θεός ταὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τήν λαμπρόν σου πορείαν ἐν τῶ βίω τούτω ἐγκωμιάζομεν, ἐν μέσω ταῖς Ἀθήναις, ἐβλάστησας ὠς ρόδον, καί τό Ἄστυ ἐκόσμησας, ταῖς ἠδυπνόοις ὀσμαῖς, τῶν σεπτῶν σου λειψάνων.
Τήν πηγήν τοῦ ἐλέους, διά πρεσβειῶν σου, τοῖς πᾶσι ἄνοιξον κρουνούς χαρίτων βρύεις, καί νόσους θεραπεύεις, καί ἐχθρῶν λύεις τάς φάλαγγας, ἴνα τιμῶμεν ἀεί τά θεῖα λείψανά σου.
Θησαυρός εὐσεβείας, καὶ πηγή εὐσπλαγχνίας, ὤφθης τοῖς πάσχουσι, καί τοῖς διωκομένοις, προπύργιον καί σκέπη, ἀντιλήπτωρ καὶ πρόμαχος, ὠ Φιλοθέη σοφή, μαρτύρων ὠραιότης.
Θεοτοκίον.
Ή μεσίτρια πάντων τῶν δεινῶς πεπτωκότων, σύ μῆτερ γέγονας, καί τῶν πολεμουμένων ἀσπίς καί προστασία, Παρθένε καί λύτρωσις, ἠ καταυγάζουσα ἀεί πιστῶν τάς διανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς ἀμαθείας τά ἐρέβη διαλύεις, φῶς Χριστοῦ διαχέσυσα πᾶσι, καί καταφαιδρύνεις ἠμῶν τάς διανοίας.
Των κακοδόξων τάς ἐνέδρας ἀφανίζεις, καί πλοκάς κακοβούλσυς συντρίβεις• ὄθεν σέ γεγαίρει Ἀθηναίων ή πόλις.
Ομολογίαν τήν σεμνήν τοῦ Χριστοῦ σου άνδρικῶ τῶ φρονήματι δίδως, καί καταπαλαίεις ἀλλόπιστων τα θράση.
Θεοτοκίον.
Τής τοῦ Υίοῦ σου θερμουργοῦ προστασίας, τούς πιστῶς προστρέχοντας Παρθένε, καί ἐπιζητοῦντας, ἀξίωσον έν τάχει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κρουνούς μου των δακρύων βλέψον Φιλοθέη καί σπεῦσον, καί βοηθός γενοῦ μοι σου δέομαι, τῶν λυπηρῶν τάς αἰτίας κατασυντρίβουσα.
Καρδίαν μου καί χείλη κάθαρον, θερμαῖς σου πρεσβεῖαις, καί τῆς ψυχής τόν ζόφον διάλυσον, ἐν παρρησία πολλή, ἠν ἔχεις πρός Κύριον.
Ἐν ὤρα τοῦ κινδύνου, τοῦ ὄφεως κακίστας λῦσον, σεμνή, φοβεράς καί δεινάς ἀπειλάς, καί τῶν ψυχῶν ἠμῶν μακράν ταύτας άπέλασον.
Θεοτοκίον.
Τοῦς πόνους καὶ τας θλίψεις ἐκδίωξον ἐν τάχει, καί τῶν ψυχῶν τῆν ειρήνην, Παρθένε ἀγνή, τής Φιλοθέης πρεσβεῖαις, τοῖς πᾶσι δώρησαι.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Αθηναίων ὀ θησαυρός, Φιλοθέη μάρτυς, τῶν ὀσίων ἠ καλλονή, καύχημα ‘Ελλάδος, καὶ Ὀρθοδόξων κλέος, μετά σπουδής ἀξίως, πάντες ὐμνούμεν σε.
Αηδών γλυκύτατε καὶ σεμνή, μετά παρρησίας ἠ κηρύξασα τον Χριστόν, καὶ ἀξιωθεῖσα μαρτυρικοῦ στεφάνου, καὶ δόξης αἰωνίου, σε νῦν γεραίρομεν.
’Ελαμψας τῶ ὔψει τῶν ἀρετών, καταφλεγομένη υπό θείου ὄντως πυρός• τοῦ Πνεύματος σκεύος ἔδείχθης, Φιλοθέη, καί τάς καρδίας πάντων ἠμῶν ἐστήριξας.
Ἀλάβαστρον μύρου ὀσιακοῦ, ἐκχέεις πλουσίως, εὐωδίαν τε εἰς ψυχάς, των μετ’ εὐλαβείας καὶ πόθου προσιόντων τοῖς θείοις σου λειψάνοις, ὤ παναοίδιμε.
Στενταγμούς καὶ δάκρυα και δεινά, τῶν τῆς ἀμαρτίας ἀποδίωξον άφ’ ἠμῶν, καὶ σκέπε τη στοργή σου τῶν Ἀθηνῶν την πόλιν, τον Κτίστην δυσωποῦσα θείαις πρεσβείαις σου.
Ἔτερα Μεγαλυνάρια ποιηθέντα ύπό του Σεβ. Μητροπολίτου Σερβίων και Κοζάνης κυροῦ Διονυσίου, ϊνα ψάλλονται έν τῶ Ίερῶ Ναῶ τῆς Αγίας Φιλοθέης τοῦ ὀμωνύμου προαστίου τῶν Ἀθηνών κατά την ἠμέραν τῆς εορτής τῆς Ἀγίας.
Δεῦτε εὐφρανθῶμεν πνευματικῶς ἐν ψαλμοῖς καὶ ὔμνοις μελωδοῦντες χαρμονικῶς μνήμην της Ἀγίας τελοῦντες Φιλοθέης καὶ τον Χριστόν ἐν πᾶσι πιστῶς δοξάζοντες.
Τῶ σεπτῶ και θείῶ τοὐτῶ ναῶ ἐ τῶ φερωνύμω προαστίω τῶν Ἀθηνών, πίστει συνελθόντες, γεραίρομεν τῆν μνήμην Φιλοθέης Χριστοῦ τῆς ὀσιομάρτυρος.
Χαῖροις, Φιλοθέη, τῶν Ἀθηνῶν γέννημα καί θρέμμα καί προστάτις πάντων ἠμῶν τῶν ἐν ἀληθεία τιμῶντων σε, Ὀσία καὶ ἐπικαλουμένων την σήν ἀντίληψιν.
Χαῖροις Φιλοθέη ἐν γυναιξίν, ἠ τεμιμημένη τους τιμῶντας μνήμην τὴν σὴν φύλατε καί σκέπε από παντός κινδύνου, εὐχαῖς καί ἰκεσίαις σου πρός τον Κύριον.
Ἰκευτεύομέν σε μετά θερμής καρδίας, Όσία, καὶ φρονήσεως ἀγαθής, δέξαι τὴν παράκλησιν τῶν πρός σέ βοῶντων καὶ ταύτην τῶ Σωτήρι Χριστῶ προσάγαγε.
Τήν ὀσιομάρτυρα τοῦ Χριστοῦ θείαν Φιλοθέην ἰκετεύσωμεν οὶ πιστοί, ἤς ταῖς ἰκεσίαις ἴνα παντός ῤυσθῶμεν κινδύνου ἐν τῶ βίω καὶ πᾶσης θλίψεως.
Ὄντως θαυμαστός ό Θεός ἠμῶν διά τῶν ἀγίων ἠμᾶς πάντας εὐεργετῶν καὶ τήν Φιλοθέην προστάτιν ἀναδείξας ἠμῶν, ἠν καὶ τιμῶντες, τούτον δοξάζομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤσπερ ή καλλίστη χελιδών, έν τυραννικῶ σκότει ἐφάνης, προαναγγέλλουσα ἔαρ τό γλυκΰτατον, διά τό γένος ἠμῶν, καὶ κηρύττουσα πίστιν, ἀγάπην, θυσίαν, ὐπέρ Χριστοῦ τοῦ Θεοῦ, ἔθηκας τό σῶμα σου σφάγιον ἄμωμον, οὔτω δέ τό φυτόν εύσεβείας, έν πολυώδυνω πατρίδι, ἀρδευθέν τῶ αΐματί σου ηΰξησεν.
Ὂμοιον.
Ὤσπερ ό άστηρ αὐγερινός, σκότη τα πυκνά ἐξαλείφει, καὶ διαχέει τό φῶς, οὔτω συ διέλαμψας, καταφωτίζουσα σκοτεινός διανοίας τῶν χειμαζόμενων ἐκ δολεράς ἀπειλής• μήτερ Φιλοθέη Ὀσία, ρῦσαι καί ἠμᾶς τῶν κινδύνων, τῆ θερμῆ πρὸς Κύριον πρεσβεία σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
19 Φεβρουαρίου
Αθήνα