Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄ .Ὅ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἀποστόλων κεκτημένῃ τὴν χάριν, μεγαλομάρτυς Φωτεινὴ ἀθληφόρε, διὰ παντὸς ὑπὲρ ἡμῶν ἱκέτευε, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ τῶν πταισμάτων ἄφεσιν λαβεῖν, τοὺς προσιόντας, θερμῶς τῇ πρεσβείᾳ σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Φωτεινὴ δέξαι ἡμῶν τὸν ὕμνον. Γερασίμου.
ᾨδὴ α΄.Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν μου τὸ σκότος, διασκέδασον Φωτεινή, καὶ αἴτει συγχώρησιν πταισμάτων, τοῖς προσιοῦσι πιστῶς τῇ σῇ χάριτι.
Ὡς ἔχουσα Μάρτυς πρὸς τὸν Χριστόν, πολλὴν παῤῥησίαν, ἰσαπόστολε Φωτεινή, ἀπαύστως δυσώπει ἐκλυτροῦσθαι, πολυειδῶν ἡμᾶς πόνων καὶ θλίψεων.
Τὸ ὕδωρ ὡς ἤντλησας τῆς ζωῆς, πηγῆς ἐξ ἀφθόνου, ἰσαπόστολε Φωτεινή, τὴν δρόσον τῆς θείας εὐφροσύνης, ἡμῖν ἐπόμβρησον Μάρτυς δεόμεθα.
Θεοτοκίον.
Ἐτέχθη αἱμάτων σου ἐξ ἁγνῶν, ὁ πάντων Δεσπότης, δεσποτείας τοῦ πονηροῦ, ῥυόμενος κόσμον Θεοτόκε· διὸ ὑμνοῦμεν τὸν ἄφραστον τόκον σου.
ᾨδὴ γ΄. Ούρανίας ἁψῖδος.
Ἰσχὺν ἄμαχον Μάρτυς, παρὰ Χριστοῦ εἴληφας, τούτῳ Φωτεινὴ προσελθοῦσα, ψυχῆς θερμότητι· ὅθεν ἐνίσχυσον, τὴν ἀσθενοῦσαν ψυχήν μου, τοῦ πατεῖν τὴν δύναμιν, τοῦ παναλάστορος.
Νοσημάτων ποικίλων, καὶ πειρασμῶν λύτρωσαι, τοὺς ἐν τῷ ἁγίῳ Ναῷ σου πιστῶς προστρέχοντας, εἰρήνην νέμουσα, καὶ εὐπραγίαν ἐν βίῳ, Φωτεινὴ πανεύφημε, ἡμῖν δεόμεθα.
Ἡ σεπτή σου πρεσβείᾳ, τεῖχος ἡμῖν γένοιτο, τὰς τοῦ δυσμενοῦς καθ’ ἑκάστην, ὁρμὰς ἀπείργουσα· σὲ γὰρ προσφύγιον, ἐν πολυτρόποις ἀνάγκαις, Φωτεινὴ κεκτήμεθα, οἱ προσιόντες σοι.
Θεοτοκίον.
Δεξαμένῃ ἀφλέκτως, ἐν σὺ γαστρὶ Ἄχραντε, πῦρ τὸ τῆς Θεότητος Κόρη, φλέξον τὴν ἄκανθαν, παθῶν θλιβόντων με, πυρὶ τῆς σῆς προμηθείας, ἵνα μεγαλύνω σε, ὡς προστασίαν μου.
Διάσωσον, πάσης ἀνάγκης φωτώνυμε Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τὴν τῶν πταισμάτων συγχώρησιν αἰτουμένῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ τῆς ζωῆς προσῆλθες ἐν τῷ φρέατι, σεμνὴ Φωτεινή, καὶ φωτισμοῦ πεπλήρωσαι, δι’ οὗ παθῶν σκοτόμαιναν, καὶ δεινῶν νοσημάτων ἐπήρειαν, ἀποδιώκεις ἀεὶ ἀφ’ ἡμῶν, τῶν πίστει καὶ πόθῳ προσιόντων σοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ πηγῆς φωτοδότιδος, καταλαμπομένη Φωτεινὴ πάνσεμνε, σκοτασμοῦ παθῶν ἀπάλλαξον, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Ξενοτρόπως ἠγώνισαι, καὶ ξένων χαρίτων τυχοῦσα ἔνδοξε, προστασίᾳ ἡμῖν δέδοξαι, καὶ θερμὴ βοήθεια ἐν θλίψεσι.
Ἀνωτέρους διάσῳζε, πάσης δυσχερείας καὶ περιστάσεως, Ἰσαπόστολε πανεύφημε, τοὺς τῇ ἀρωγῇ σου πίστει σπεύδοντας.
Θεοτοκίον.
Ἴασαι μου τὰ τραύματα, τῆς ψυχῆς Παρθένε καὶ τὰ τοῦ σώματος, καὶ τὸν νοῦν μου θᾶττον λύτρωσαι, πάσης ἐπηρείας τοῦ ἀλάστορος.
ᾨδὴ. ε΄. Φώτισον ἡμᾶς.
Ἤνεγκας στεῤῥῶς, αἰκισμοὺς Χριστὸν κηρύττουσα· διὸ ῥῦσαι τῶν βελῶν τοῦ πονηροῦ, Φωτεινὴ τοὺς τὴν σὴν ἄθλησιν γεραίροντας.
Μώλωπας ψυχῶν, καὶ σωμάτων νόσους ἴασαι, τῶν πιστῶς σοι προσιόντων Φωτεινή, ὡς μεγίστην πρὸς Χριστοῦ χάριν πλουτήσασα.
Ὡς παρὰ Χριστοῦ, δεξαμένῃ ὕδωρ ἄφθαρτον, τὰς φλωγώδεις τῶν παθῶν ἐπαγωγάς, τῆς ψυχῆς μου Ἰσαπόστολε κατάσβεσον.
Θεοτοκίον.
Νέκρωσον Ἀγνή, τῆς σαρκός μου τὰ φρονήματα, ἡ τεκοῦσα τὴν ζωὴν τὴν ἀληθῆ, καὶ καταύγασον τὸν νοῦν μου τῇ σῇ χάριτι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν χάριν, παρὰ Χριστοῦ δεδεγμένη, Ἀποστόλων διανύεις τὸν δρόμον· διὸ ἡμᾶς ἐνδυνάμωσον Μάρτυς, τῶν ἐντολῶν τὴν ὁδὸν τὴν σωτήριον, βαδίζειν πίστει ἀληθεῖ, Φωτεινὴ ἰσαπόστολε ἔνδοξε.
Οἱ πίστει, τῷ σῷ Ναῷ προσιόντες, ὡς λιμένι Φωτεινὴ ἀκυμάντῳ, τρικυμιῶν τῶν ἐν βίῳ λυτροῦνται, καὶ οὐρανίου γαλήνης μετέχουσι, καὶ χαριστήριον ᾠδήν, εὐχαρίστῳ καρδίᾳ σοι ᾅδουσι.
Ναμάτων, ζωοποιῶν πεπλησμένῃ, Φωτεινὴ μεγαλομάρτυς Κυρίου, τοὺς θολεροὺς τῶν παθῶν μου χειμάῤῥους, τῇ μυστικῇ ἐπομβρίᾳ σου ξήρανον, καὶ ἄρδευσον μου τὴν ψυχήν, πρὸς ζωῆς εὐκαρπίαν οὐράνιον.
Θεοτοκίον.
Ὑψίστου, περιφανέστατος θρόνος, τοῦ τεχθέντος ἐξ ἁγνῶν σου αἱμάτων, σὺ ἀληθῶς Θεοτόκε έδείχθης· διὸ τὸν νοῦν μου ἀνύψωσον δέομαι, ἀπὸ κοπρίας τῶν παθῶν, καὶ πικρὰς συνηθείας με λύτρωσαι.
Διάσωσον, πάσης ἀνάγκης φωτώνυμε Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τὴν τῶν πταισμάτων συγχώρησιν αἰτουμένη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Toῖς τῶν αἱμάτων σου.
Ὡς τὸν Χριστὸν ἐν τοῖς ἄθλοις δοξάσασα, ὑπερφυῶν δωρεῶν κατηξίωσαι, καὶ νῦν Φωτεινὴ ἰσαπόστολε, τὰς ἰκεσίας ἡμῶν δέχου πάντοτε, καὶ πλήρου ἡμῶν ἅπαν αἴτημα.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16 – 22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Kαὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὕδωρ τὀ ζωήῤῥυτον, παρὰ Χριστοῦ δεξαμένῃ, γλυκασμὸν οὐράνιον βλύζεις τοῖς προστρέχουσι τῇ πρεσβείᾳ σου, Φωτεινὴ πάντιμε, Ἀθληφόρων δόξα, διὰ τοῦτο δυσωποῦμέν σε, πικρίαν ἅπασαν τὴν τῆς ἁμαρτίας διάλυσον, καὶ τὸν ἰὸν τοῦ ὄφεως, τὸν λόγοις καὶ ἔργοις χεόμενον, ἐν τῇ, διανοίᾳ, ἀπόσμηξον ἡμῶν ταῖς πρὸς Θεὸν πανευπροσδέκτοις πρεσβείαις σου, μάρτυς Ἰσαπόστολε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μολυσμῶν ψυχοφθόρων, τὰς καρδίας ἐκκάθαρον Ἰσαπόστολε, ῥοαῖς τῶν σῶν χαρίτων, ἡμῶν τῶν σὲ τιμώντων, καὶ βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοσημάτων παντοίων, πειρασμῶν ἀδοκήτων καὶ περιστάσεων, καὶ πάσης ἄλλης βλάβης, συντήρει ἀνωτέρους, Φωτεινὴ τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ σὸς ἅγιος οἶκος, ἁγιάζει τοὺς πίστει ἐν τούτῳ σπεύδοντας, καὶ ῥῶσιν καὶ ὑγίειαν, παρέχει καθ’ ἑκάστην, Φωτεινὴ τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, ὑπετάγην Παρθένε τῷ παναλάστορι, ἀλλὰ τῆς τούτου ῥύμης, ἀπάλλαξον με τάχος, καὶ βοῶντά με ζώωσον, χαῖρε πιστῶν προσφυγή, καὶ σωτηρία κόσμου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην αἴτει, καὶ εὐπραγίαν ἐν βίῳ, καὶ συγχώρησιν πταισμάτων Ἀθληφόρε, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐν εὐλαβείᾳ, τῇ σῇ ἑστῶτες Εἰκόνι, ἐκδεχόμεθα ἁγιασμὸν καὶ χάριν, Φωτεινὴ ἁγία, οἱ πόθῳ σε τιμῶντες.
Ῥῶσιν σωμάτων, ῥῶσιν ψυχῶν ἡμῖν δίδου, Ἰσαπόστολε ταῖς σαῖς ἱκετηρίαις, καὶ παθῶν ποικίλων, ταχεῖαν θεραπείαν.
Θεοτοκίον.
Ἄχραντε Κόρη, ἡ τετοκυῖα ἀφράστως, μετὰ σώματος τὸν Ποιητὴν τοῦ κόσμου, ῥῦσαι τὴν ψυχήν μου, ἐχθροῦ τῆς δυναστείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνοῦσα τοῖς Ἀγγέλοις, Φωτεινὴ θεόφρον, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα ἱκέτευε, τῶν ἐκζητούντων ἀπαύστως τὴν σὴν ἀντίληψιν.
Ἰσχὺν τοῖς ἀσθενέσι, καὶ τοῖς θλιβομένοις, ἀεὶ ἐξαίτει τὴν ἄνεσιν πάνσεμνε, ὡς παρεστῶσα Κυρίῳ τῷ σὲ δοξάσαντι.
Μανίας τοῦ βελίαρ, τήρει ἀνωτέρους, τοὺς πρὸς τὴν σὴν ἀφορῶντας βοήθειαν, Μεγαλομάρτυς Κυρίου καὶ Ἰσαπόστολε.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, καὶ τῷ φωτὶ τοῦ Κυρίου ἐκλάμπουσα, ὦ Φωτεινὴ σκοτομήνης παθῶν με λύτρωσαι.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, καὶ μετανοίας τοῖς ὕδασι ἔκπλυνον, τὴν μολυνθεῖσαν ψυχήν μου τοῖς παραπτώμασι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ἐκ Σαμαρείας Νύμφην Χριστοῦ καὶ ἀξιωθεῖσαν ὁμιλίας τῆς παρ’ αὐτοῦ, Φωτεινὴν τὴν θείαν, ὑμνήσωμεν ἀξίως, ὡς μάρτυρα Κυρίου καὶ Ἰσαπόστολον.
Ὓδωρ δεξαμένη τὸ τῆς ζωῆς, παρὰ τοῦ Σωτῆρος, ἐν τῷ φρέατι μυστικῶς, Φωτεινὴ πηγάζεις, νάματα σωτηρίας, κηρύξασα ἐν κόσμῳ, τὸ Εὐαγγέλιον.
Νόμου καταλείψασα τὴν σκιάν, τῷ φωτὶ προσῆλθες, θεολήπτῳ Μάρτυς ψυχῇ Χριστοῦ τοῦ Σωτῆρος, καὶ φαίνεις τοῖς ἐν κόσμῳ ὧ Φωτεινῇ, τὸν λόγον τῆς θείας πίστεως.
Χαίροις Ἰσαπόστολε τοῦ Χριστοῦ, Φωτεινὴ θεόφρον, ἡ κηρύξασα εὐθαρσῶς, τὸ τῆς εὐσεβείας μυστήριον τὸ μέγα, καὶ ἤθλησας νομίμως στεῤῥῷ φρονήματι.
Ἤνεγκας αἰκίας πολυειδεῖς, γυναικείαν φύσιν παριδοῦσα ὡς νουνεχής, Φωτεινὴ θεόφρον, καὶ ᾔσχυνας τὸ κράτος τῆς εἰδωλομανίας, καλῶς ἀθλήσασα.
Χάριν ἀναβλύζει ὁ σὸς ναὸς, καὶ παρέχει πᾶσιν, ἰσαπόστολε Φωτεινή, θείαν εὐφροσύνην, τῇ σῇ ἐπιστασίᾳ καὶ λύει παθημάτων, πᾶσαν ἐπήρειαν.
Πλήρου τὰς αἰτήσεις πάντων ἡμῶν, Φωτεινὴ παμμάκαρ, τῶν τιμώντων σε εὐλαβῶς, καὶ τῶν πρεσβειῶν σου, ἀπέλασον τῷ φέγγει, παθῶν καὶ νοσημάτων, ζόφον ψυχόλεθρον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ τροπάριον Ἦχος γ΄.
Θείῳ Πνεύματι καταυγασθεῖσα καὶ τοῖς νάμασι καταρδευθεῖσα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος πανεύφημε τῆς σωτηρίας τὸ ὕδωρ ἐξήντλησας, καὶ τοῖς διψῶσιν ἀφθόνως μετέδωκας, μεγαλομάρτυς καὶ ἰσαπόστολε Φωτεινή, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῖς ζωηῤῤήτοις ὕδασι δροσίσαι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς τοῦ Σωτῆρος Φωτεινή, τοὺς ἐν διαφόροις ἀνάγκαις καὶ περιστάσεσι, θᾶττον ἀπολύτρωσαι, ταῖς ἱκεσίαις σου, καὶ εἰρήνην καὶ ἴασιν παράσχου Ἁγία, τοῖς πιστῶς προσπίπτουσι τῇ προστασίᾳ σου, ἔχουσα πολλὴν παῤῥησίαν, πρὸς τὸν σὸν νυμφίον καὶ Κτίστην, ὑπὲρ οὗ στεῤῥοὺς ἀγῶνας ἤνυσας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Φωτὶ Φωτεινὴ τῆς σῆς θερμῆς πρεσβείας.
Γερασίμου σκέδασον παθῶν τὸ σκότος.
