Παράκληση εις την Αγία Λυδία την Φιλιππησία - Η πρωτη Ευρωπαία Χριστιανή
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ θείου Παύλου λαμπρυνθεῖσα τοῖς λόγοις, πανοικεσίᾳ τῷ Σωτῆρι προσῆλθες, ἐν τοῖς Φιλίπποις ὦ Λυδία πάνσεμνε· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παντοίας θλίψεως, τοὺς πιστῶς σε τιμῶντας, καὶ τὴν θερμὴν σου δίδου ἀρωγὴν, ἀνακειμένῳ σοι, τῷδε Ἱδρύματι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δέξαι δεήσεις ἡμῶν Λυδία. Γερασίμου.
Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἀγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα. Καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ὑπάρξασα τοῦ φωτός, Λυδία θεόφρον, ταῖς τοῦ Παύλου μαρμαρυγαῖς, φωτὶ τῶν Ἀγίων πρεσβειῶν σου, τὴν τῶν παθῶν μου ὁμίχλην διάλυσον.
Ἐτρώθης τῷ ἔρωτι τοῦ Χριστοῦ, δεχθεῖσα τὸ φέγγος, εὐσεβείας ἐν τῇ ψυχῇ, διὸ ἡμᾶς πτέρωσον Λυδία, πρὸς τὴν ἀγάπην τὴν θείαν δεόμεθα.
Ξενίσασα κόσμου τοῦ γεηροῦ, σὲ αὐτὴν Λυδία, ἀγαπήσει τῇ τοῦ Χριστοῦ, ξένωσον ἡμῶν τὰς διανοίας, ἐξ ὑλικῶν ἐννοιῶν ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ἀγνὴ Θεοτόκε Μῆτερ Θεοῦ, ἁγνόν με συντήρει, κατὰ σῶμά τε καὶ ψυχήν, καὶ ῥῦσαι τὸν νοῦν μου δυσωπῶ σε, ἐξ ἐννοιῶν χαλεπῶν τοῦ ἀλάστορος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰλασμὸν ἡμῖν αἴτει, καὶ τῶν παθῶν ἴασιν, καὶ δυσχερειῶν πολυτρόπων, τὴν ἀπολύτρωσιν, Λυδία πάνσεμνε, τοῖς ἀδιστάκτῳ καρδίᾳ, πάντοτε προστρέχουσι, ταῖς ἱκεσίαις σου.
Δεξαμένῃ τὸ φέγγος, τῆς ἀληθοῦς γνώσεως, γέγονας θεράπαινα θείᾳ, τοῦ Παντοκράτορος, Λυδία πάντιμε, ὃν ἐκδυσώπει λυτροῦσθαι, πάσης περιστάσεως, τοὺς σὲ γεραίροντας.
Ἡ θερμή σου πρεσβείᾳ, πρὸς τὸν Χριστὸν γένοιτο, τῷδε τῷ Ἱδρύματι τεῖχος, ἀκαταμάχητον, Λυδία ἔνδοξε, πᾶσαν βουλὴν ἐναντίαν, ἐξ αὐτοῦ ἀπείργουσα, καὶ ἀποτρέπουσα.
Θεοτοκίον.
Σὠματώσασα Κόρη, τὸν τοῦ παντὸς αἴτιον, καὶ μετὰ τὸν ἄφραστον τόκον, παρθένος μείνασα, τὸν νοῦν μου κάθαρον, φθοροποιῶν νοημάτων, καὶ μανίας ῤῦσαί με, τοῦ πολεμήτορος.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Λυδία πρὸς τὸν Σωτῆρα, πάσης βλάβης καὶ συμφορᾶς καὶ κακώσεως, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Λυδία σεμνή, δοχεῖον θείας χάριτος, φωτὶ νοητῷ, τῶν θείων σου δεήσεων, τῶν πειρασμῶν σκοτόμαιναν, ἀφ’ ἡμῶν ἀποδίωκε πάντοτε, καὶ ἐν εἰρήνῃ ἡμῶν τὴν ζωήν, κυβέρνει καὶ ἴθυνον πρὸς Κύριον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν τῇ θείᾳ πρεσβείᾳ σου ἔνδοξε Λυδίᾳ θαῤῥοῦντες πάντοτε, πάσης θλίψεως ῤυόμεθα, ὕμνον χαριστήριόν σοι ἄδοντες.
Ἰλασμῷ βλέψον ὄμματι, ἐπὶ τῷδε Ἵδρυμα παμμακάριστε, σεμνυνόμενον τῇ κλήσει σου, καὶ αὐτὸ Λυδία ἀεὶ φύλαττε.
Σωτηρίαν ἐξαίτησαι, τὴν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, τοῖς προστρέχουσιν ἑκάστοτε, πάνσεμνε Λυδία τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μἐγα ἀληθῶς, ὦ Λυδία κλέος εὕρηκας, διὰ τοῦτό σου δεόμεθα θερμῶς, ἐκ μεγάλων πειρασμῶν ἡμᾶς ὁπάλλαττε.
Ὥφθης στηριγμός, τῷ παρόντι σου Ἰδρύματι, διὰ τοῦτό σου Λυδία τὴν θερμήν, ἀρωγὴν καὶ μεγαλύνει καὶ γεραίρει σε.
Νόσων καὶ παθῶν, καὶ παντοίων πικρῶν θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε ἀεί, ταῖς πρὸς Κύριον Λυδία ἱκεσίαις σου.
Θεοτοκίον.
Νέκρωσον Ἀγνή, τῆς σαρκός μου ἅπαν φρόνημα, ἐνεργείᾳ τῆς ἐν σοὶ θείας ζωῆς, Θεοτόκε καὶ φωτί με θείῳ λάμπρυνον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Λυδίας, τῆς θεραπαίνης σου Σῶτερ, τῆς πιστῶς σε δοξασάσης ἐν βίῳ, ῤῦσαι ἡμᾶς πειρασμῶν πολυτρόπων, καὶ πρὸς εἰρήνης λιμένα κυβέρνησον, ἐκ καταιγῖδος χαλεπῆς, τῶν ἐν κόσμῳ δεινῶν περιστάσεων.
Ὑψίστου, τὴν ὑπερκόσμιον δόξαν, καθορῶσα θεοφόρε Λυδία, ἐξ ἀδοξίας παθῶν ἀκαθάρτων, ταῖς πρὸς αὐτὸν ἱκεσίαις σου λύτρωσαι, τοὺς προσιόντας εὐλαβῶς, τῇ σεπτῇ σου πρεσβείᾳ ἑκάστοτε.
Δυνάμει, τῇ σοὶ δοθείσῃ Λυδίᾳ, πρὸς Χριστοῦ τοῦ Βασιλέως τῆς δόξης, τοῦ ἰσχυροῦ τὴν ἰσχὺν ἐν κακίᾳ, τὴν καθ᾽ ἡμῶν μαινομένην κατάβαλε, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Ἰάσω, τὸ μέγα τραῦμα Παρθένε, τοῦ Ἀδὰμ τὸν ἰατρὸν καὶ Σωτῆρα, ἐκ τῶν ἁγνῶν σου τεκοῦσα αἱμάτων, Χριστὸν τὸν λύσαντα ᾅδου τὴν δύναμιν, διὸ θεράπευσον κἀμοῦ, τῆς ψυχῆς τὰ ἀνίατα τραύματα.
Διάσωσον ταῖς σαῖς πρεσβείας Λυδία πρὸς τὸν Σωτῆρα, πάσης βλάβης καὶ συμφορᾶς καὶ κακώσεως, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς δεξαμένη τὸν λόγον τῆς χάριτος, πολλῶν χαρίτων Λυδία ἠξίωσαι, διὸ καὶ ἡμῖν δίδου πάνσεμνε, ἐκ τῆς σῆς χάριτος θείαν ἐνέργειαν, ὡς ἂν θεαρέστως βιώσωμεν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἔκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, λαλοῦντος τοῦ Ἰησοῦ τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι. Εἶπε δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ Ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ εἰπόντι αὐτῷ· Τίς ἐστιν ἡ Μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ, εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφός, καὶ ἀδελφή, καὶ μήτηρ ἐστίν. Ἐν δε τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν· καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς.
Δόξα.
Ταῖς τῆς σῆς Ἁγίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πρώτην ἐν Φιλίπποις σε, Παῦλος ὁ μέγας φωτίσας, τῷ θείῳ κηρύγματι, σκεῦός σε εἰργάσατο θείας χάριτος· ἔνθεν δὴ πάνσεμνε, ἐναρέτοις ἔργοις, τὸν καλέσαντά σε Κύριον, καλῶς ἐδόξασας, ὃν διὰ παντὸς καθικέτευε, Λυδία παμμακάριστε, ἄφεσιν πταισμάτων δωρήσασθαι, καὶ πειρατηρίων, παντοίων καὶ παθῶν ἀπαλλαγὴν, ἡμῖν τοῖς πόθῳ τιμῶσί σε, καὶ βίου διόρθωσιν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνωτέρους συντήρει, ἐπηρείας ἁπάσης τοῦ πολεμῆτορος, Λυδία μακαρίᾳ, τοὺς πόθῳ σὲ τιμῶντας, καὶ βοῶντας ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γεωργεῖν με τὸν φόβον, τοῦ Θεοῦ τὸν σωτήριον ἐνδυνάμωσον, Λυδία μακαρίᾳ, πρὸς κτῆσιν ζωῆς θείας, τὸν βοῶντα ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὖλογητὸς εἶ.
Ἐντολῶν τοῦ Κυρίου, διανύειν τὴν τρίβον ἡμᾶς ἐνίσχυσον, Λυδία μακαρίᾳ, ἵνα ζωῆς τῆς ἄνω, κληρονόμοι γενώμεθα, ἔνθα Ἀγίων χοροί, καὶ φῶς ἀθανασίας.
Θεοτοκίον.
Ῥυπωθέντα με Κόρη, ἐργασίαις ἀτόποις καὶ ἁμαρτήμασι, ἀπόπλυνον τοῖς ῥείθροις, τῶν θείων οἰκτιρμῶν σου, καὶ βοῶντά με οἴκτειρον, χαῖρε Παρθένε ἁγνή, τοῦ κόσμου προστασίᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄνωθεν βλέψον, ἐπὶ τὸ Ἵδρυμα τοῦτο, καὶ χορήγησον αὐτῷ ταῖς σαῖς πρεσβείαις, χάριν καὶ εἰρήνην, Λυδία μακαρία.
Σκεῦος Λυδία, τῶν ἀρετῶν γεγονυῖα, καθοδήγησον πρὸς θείας ἀναβάσεις, ταῖς σαῖς ἱκεσίαις, τοὺς σὲ ὑμνολογοῦντας.
Ἰλύος ῤῦσαι, τῆς τῶν παθῶν τὴν ψυχὴν μου, καὶ πταισμάτων μοι τὴν ἄφεσιν ἐξαίτει, παρὰ τοῦ Σωτῆρος, Λυδία πανολβία.
Θεοτοκίον.
Μῆτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, πάσης πλῦνόν με παθῶν ἀκαθαρσίας, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὀλόφωτον παστάδα, ἤδη κατοικοῦσα, ἐν οὐρανίοις Λυδία σκηνώμασιν, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν ἀνυμνούντων σε.
Ὺπέρτερον τὸν νοῦν μου, πάσης προσπαθείας, τῆς τῶν ῤεόντων Λυδία ἀνάδειξον, καὶ μεταρσίωσον τοῦτον, πόθῳ τῷ κρείττονι.
Ὑμνοῦντές σου τὰς πράξεις, Λυδία τοῦ βίου, τὴν σὴν αἰτούμεθα θείαν ἀντίληψιν, ἣν ἡμῖν δίδου καὶ σκέπε, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, θείαις φωταυγείαις, ἐὐλογημένη παρθένε Πανύμνητε, τῆς τῶν παθῶν σκοτοδίνης τὸν νοῦν μου λύτρωσαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Παύλου φωτισθεῖσα ταῖς διδαχαῖς, τῷ Χριστῷ προσῆλθες, καὶ πεπίστευκας πανοικεί, καὶ υἱοθεσίας, τῆς θείας ἠξιώθης ἐν ῤείθροις τοῦ Ζυγάκτου, Λυδία πάνσεμνε.
Ἔργοις διαλάμπουσα ἱεροῖς, καὶ Θεὸν Λυδία, σεβομένη ἀπὸ ψυχῆς, τοῦ Χριστοῦ τὴν πίστιν, κηρύττοντος τοῦ Παύλου, ἐδέξω ὁλοψύχως, σὺν τοῖς οἰκείοις σου.
Παύλῳ διηκόνησας εὐσεβῶς, τοῦτο δεξαμένῃ, ἑν τῷ οἴκῳ σοῦ τῷ σεπτῷ, ὅθεν οὐρανίου, συνέσεως ἐπλήσθης, καὶ τῷ Χριστῷ Λυδίᾳ, πιστῶς ἐδούλευσας.
Χαίρει Ἐκκλησία ἡ τοῦ Χριστοῦ, ἡ ἐν τοῖς Φιλίπποις, εὐσεβείας σε ἀπαρχήν, ἔχουσα Λυδία, καὶ πίστεως ἁγίας, λαμπάδα φανοτάτην, ἁγίαις πράξεσι.
Δρόμον διανύσασα τὸν σεπτόν, καὶ τῆς οὐρανίου, μετασχοῦσα διαγωγῆς, πρέσβευε Λυδία, σὺν πᾶσι τοῖς Ἀγίοις, διδόναι ἡμῖν πᾶσι, πταισμάτων ἄφεσιν.
Σκέπε ἀντιλήψει σου τῇ θερμῇ, τὸ Ἵδρυμα τοῦτο, τὸ τῇ κλήσει σου τῇ σεπτῇ, κατηγλαισμένον, Λυδία μακαρίᾳ, ἐπιβουλὴν ἐκ τούτου πᾶσαν ἐκτρέπουσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης ἀπολαύουσα λαμπρᾶς, σὺν τοῖς ἀπ᾽ αἰῶνος Ἀγίοις, Λυδία πάνσεμνε, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, τῇ θερμῇ προστασίᾳ σου, καὶ πάσης ἀνάγκης, καὶ πικρᾶς στενώσεως, καὶ πειρασμῶν χαλεπῶν, πάντας τοὺς πιστῶς προσιόντας, τῇ σῇ πρὸς Χριστὸν μεσιτείᾳ, ὡς αὑτοῦ θεράπαινα θεόληπτος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Τὴν παροῦσαν δέησιν ἡμῶν Λυδία
Ἣν σοι Γεράσιμος ἀνέπλεξε δέξαι.